§5.76.1σοντας τοῖς προκειμένοις·
……准备对既定条件达成协议。
ὁ δὲ Λόγβασις ἀποδοὺς τὸ σύνθημα τοῦ καιροῦ τοῖς ὑπεναντίοις ἡτοίμαζε τοὺς ἡθροισμένους κατὰ τὴν οἰκίαν, διεσκευάζετο δὲ καὶ καθωπλίζετο μετὰ τῶν υἱῶν αὐτὸς ἅμα πρὸς τὸν κίνδυνον.
另一边,洛格巴西斯向敌军发出了时机的暗号,组织起聚集在自己宅邸里的人,他自己也同儿子们一起,为应对眼前的危险整装武装起来。
§5.76.2τῶν δὲ πολεμίων ὁ μὲν Ἀχαιὸς τοὺς [μὲν] ἡμίσεις ἔχων προέβαινε πρὸς αὐτὴν τὴν πόλιν, ὁ δὲ Γαρσύηρις τοὺς ὑπολειπομένους ἀναλαβὼν προῆγεν ὡς ἐπὶ τὸ Κεσβέδιον καλούμενον.
在敌军中,阿凯乌斯率领半数兵力逼近城市本身,而加尔苏叶里斯则率领其余部队,向被称为凯斯贝迪翁的地方进发。
τοῦτο δʼ ἐστὶ μὲν Διὸς ἱερόν, κεῖται δʼ εὐφυῶς κατὰ τῆς πόλεως· ἄκρας γὰρ λαμβάνει διάθεσιν.
这里是宙斯的神庙,其位置极为有利地俯瞰着城市,占据了卫城的地势。
§5.76.3συνθεασαμένου δέ τινος κατὰ τύχην αἰπόλου τὸ συμβαῖνον καὶ προσαγγείλαντος πρὸς τὴν ἐκκλησίαν, οἱ μὲν ἐπὶ τὸ Κεσβέδιον ὥρμων μετὰ σπουδῆς, οἱ δʼ ἐπὶ τὰ φυλακεῖα, τὸ δὲ πλῆθος ὑπὸ τὸν θυμὸν ἐπὶ τὴν οἰκίαν τοῦ Λογβάσιος.
恰巧,一个牧羊人目睹了这一幕并向公民大会报告,于是有人急忙奔向凯斯贝迪翁,有人赶往哨所,而群众则在愤怒中冲向洛格巴西斯的住宅。
§5.76.4καταφανοῦς δὲ τῆς πράξεως γενομένης, οἱ μὲν αὐτῶν ἐπὶ τὸ τέγος ἀναβάντες, οἱ δὲ ταῖς αὐλείοις βιασάμενοι, τόν τε Λόγβασιν καὶ τοὺς υἱούς, ἅμα δὲ καὶ τοὺς ἄλλους πάντας αὐτοῦ κατεφόνευσαν.
阴谋彻底败露后,他们中有人爬上屋顶,有人强行闯入前院大门,将洛格巴西斯及其儿子们,以及当时在那里的所有其他人一并杀死。
§5.76.5μετὰ δὲ ταῦτα κηρύξαντες τοῖς δούλοις ἐλευθερίαν καὶ διελόντες σφᾶς αὐτοὺς ἐβοήθουν ἐπὶ τοὺς εὐκαίρους τῶν τόπων.
此后,他们向奴隶宣告自由,并分兵前往各个要害地点支援。
§5.76.6ὁ μὲν οὖν Γαρσύηρις ἰδὼν προκατεχόμενον τὸ Κεσβέδιον ἀπέστη τῆς προθέσεως·
于是加尔苏叶里斯见凯斯贝迪翁已被占领,便放弃了原定的企图。
§5.76.7τοῦ δʼ Ἀχαιοῦ βιαζομένου πρὸς αὐτὰς τὰς πύλας ἐξελθόντες οἱ Σελγεῖς ἑπτακοσίους μὲν κατέβαλον τῶν Μυσῶν, τοὺς δὲ λοιποὺς ἀπέστησαν τῆς ὁρμῆς.
尽管阿凯乌斯正强行逼近城门本身,塞尔盖人仍冲杀出去,击毙了七百名密细亚士兵,阻止了其余敌军的攻势。
§5.76.8μετὰ δὲ ταύτην τὴν πρᾶξιν ὁ μὲν Ἀχαιὸς καὶ Γαρσύηρις ἀνεχώρησαν εἰς τὴν αὑτῶν παρεμβολήν,
此役过后,阿凯乌斯和加尔苏叶里斯撤回了他们自己的营地。
§5.76.9οἱ δὲ Σελγεῖς, δεδιότες μὲν τὰς ἐν αὑτοῖς στάσεις, δεδιότες δὲ καὶ τὴν τῶν πολεμίων ἐπιστρατοπεδείαν, ἐξέπεμψαν μεθʼ ἱκετηριῶν τοὺς πρεσβυτέρους, καὶ σπονδὰς ποιησάμενοι διελύσαντο τὸν πόλεμον ἐπὶ τούτοις, §5.76.10ἐφʼ ᾧ παραχρῆμα μὲν δοῦναι τετρακόσια τάλαντα καὶ τοὺς τῶν Πεδνηλισσέων αἰχμαλώτους, μετὰ δέ τινα χρόνον ἕτερα προσθεῖναι τριακόσια.
至于塞尔盖人,由于害怕内部的叛乱,同时也害怕敌军的围困,便派出了手持祈求信物的长老们,并以下列条件缔结和约,结束了战争:即立即支付四百塔兰特,并释放佩德内利索斯人的俘虏,在一段时间后再追加三百塔兰特。
§5.76.11Σελγεῖς μὲν οὖν διὰ τὴν Λογβάσιος ἀσέβειαν τῇ πατρίδι κινδυνεύσαντες, διὰ τὴν σφετέραν εὐτολμίαν τήν τε πατρίδα διετήρησαν καὶ τὴν ἐλευθερίαν οὐ κατῄσχυναν καὶ τὴν ὑπάρχουσαν αὐτοῖς
这样,塞尔盖人虽然因洛格巴西斯的背叛而使祖国陷入险境,但凭借自己的英勇保全了祖国,没有玷污他们的自由,并使他们原有的……