§5.78.1οὗ γενομένης ἐκλείψεως σελήνης, πάλαι δυσχερῶς φέροντες οἱ Γαλάται τὰς ἐν ταῖς πορείαις κακοπαθείας, ἅτε ποιούμενοι τὴν στρατείαν μετὰ γυναικῶν καὶ τέκνων, ἑπομένων αὐτοῖς τούτων ἐν ταῖς ἁμάξαις, §5.78.2τότε σημειωσάμενοι τὸ γεγονὸς οὐκ ἂν ἔφασαν ἔτι προελθεῖν εἰς τὸ πρόσθεν.
在那里发生了月食,而长久以来就难以忍受行军艰苦的加拉太人——因为他们带着妻子和儿女进行这次远征,这些眷属乘着马车跟随着他们—— 此时便将这一现象视为征兆,声称他们绝不再向前迈进一步。
§5.78.3ὁ δὲ βασιλεὺς Ἄτταλος, χρείαν μὲν ἐξ αὐτῶν οὐδεμίαν ὁλοσχερῆ κομιζόμενος, θεωρῶν δʼ ἀποσπωμένους ἐν ταῖς πορείαις καὶ καθʼ αὑτοὺς στρατοπεδεύοντας καὶ τὸ ὅλον ἀπειθοῦντας καὶ πεφρονηματισμένους, εἰς ἀμηχανίαν ἐνέπιπτεν οὐ τὴν τυχοῦσαν·
阿塔罗斯国王从他们那里得不到任何实质性的帮助,又看到他们在外出行军时掉队,自行安营扎寨,而且整体上傲慢不逊、不听指挥,因而陷入了极大的窘境。
§5.78.4ἅμα μὲν γὰρ ἠγωνία μὴ πρὸς τὸν Ἀχαιὸν ἀπονεύσαντες συνεπίθωνται τοῖς αὑτοῦ πράγμασιν, ἅμα δʼ ὑφεωρᾶτο τὴν ἐξακολουθοῦσαν αὐτῷ φήμην, ἐὰν περιστήσας τοὺς στρατιώτας διαφθείρῃ πάντας τοὺς δοκοῦντας διὰ τῆς ἰδίας πίστεως πεποιῆσθαι τὴν εἰς τὴν Ἀσίαν διάβασιν.
因为一方面,他担心他们会倒向阿凯乌斯,共同攻击自己的领地;另一方面,他又戒备着如果自己派兵包围并消灭这群被认为是因为信任他个人的承诺才渡海来到亚洲的人,将会给自己带来随之而来的恶名。
§5.78.5διὸ τῆς προειρημένης ἀφορμῆς λαβόμενος ἐπηγγείλατο κατὰ μὲν τὸ παρὸν ἀποκαταστήσειν αὐτοὺς πρὸς τὴν διάβασιν καὶ τόπον δώσειν εὐφυῆ πρὸς κατοικίαν, μετὰ δὲ ταῦτα συμπράξειν εἰς ὁπόσʼ ἂν αὐτὸν παρακαλῶσι τῶν δυνατῶν καὶ καλῶς ἐχόντων.
因此,他利用上述借口,许诺目前先将他们送回渡海口,并给他们一块适宜定居的土地,此后在他们向他请求的、凡是可行且合理的一切事情上,他都会予以协助。
Ἄτταλος μὲν οὖν, §5.78.6ἀποκαταστήσας τοὺς Αἰγοσάγας εἰς τὸν Ἑλλήσποντον καὶ χρηματίσας φιλανθρώπως Λαμψακηνοῖς, Ἀλεξανδρεῦσιν, Ἰλιεῦσι, διὰ τὸ τετηρηκέναι τούτους τὴν πρὸς αὐτὸν πίστιν, ἀνε
于是,阿塔罗斯将埃戈萨热斯人送回赫勒斯滂,并因兰普萨科斯、亚历山大、伊利翁的居民保持了对他的忠诚而对他们予以友善的接待,随后便退兵了。