Humanitext Reader

波利比奥斯 · 历史 §5.73.1-5.73.16

佩德内利索斯之战与塞尔盖人的溃败

第 437 段,共 1311 段 · 希腊语

内容简介

叙述了围绕佩德内利索斯的战斗,加尔叙埃里斯的救援军与塞尔盖围城军激烈交锋;尽管局势一度危急,但加尔叙埃里斯通过骑兵迂回包抄,反败为胜,给塞尔盖人带来了毁灭性的惨败。

§5.73.1Πεδνηλισσεῦσιν.
给佩德内利索斯人。
οἱ δὲ Σελγεῖς κατὰ τὸν καιρὸν τοῦτον, στρατηγὸν ἐξαποστείλαντες μετὰ δυνάμεως, ἤλπισαν καταπληξάμενοι ταῖς τῶν τόπων ἐμπειρίαις ἐκβαλεῖν τὸν Φάϋλλον ἐκ τῶν ὀχυρωμάτων.
此时,塞尔盖人派遣了一位将领率领军队,希望利用他们对地形的熟练,通过威吓将法伊洛斯从要塞中赶出去。
§5.73.2οὐ καθικόμενοι δὲ τῆς προθέσεως, ἀλλὰ πολλοὺς ἀποβαλόντες τῶν στρατιωτῶν ἐν ταῖς προσβολαῖς, ταύτης μὲν τῆς ἐλπίδος ἀπέστησαν, τῇ δὲ πολιορκίᾳ καὶ τοῖς ἔργοις οὐχ ἧττον, ἀλλὰ μᾶλλον ἢ πρὸ τοῦ προσεκαρτέρουν.
然而,他们未能达到目的,反而在袭击中损失了许多士兵,于是他们放弃了这一希望,但对围攻和攻城工事的坚持不仅没有减少,反而比以前更加卖力。
§5.73.3τοῖς δὲ περὶ Γαρσύηριν Ἐτεννεῖς μὲν οἱ τῆς Πισιδικῆς τὴν ὑπὲρ Σίδης ὀρεινὴν κατοικοῦντες, ὀκτακισχιλίους ὁπλίτας ἔπεμψαν, Ἀσπένδιοι δὲ τοὺς ἡμίσεις· §5.73.4Σιδῆται δὲ τὰ μὲν στοχαζόμενοι τῆς πρὸς Ἀντίοχον εὐνοίας, τὸ δὲ πλεῖον διὰ τὸ πρὸς Ἀσπενδίους μῖσος, οὐ μετέσχον τῆς βοηθείας.
至于加尔叙埃里斯及其部下,居住在西德上方皮西迪亚山区的小埃滕纳人派遣了八千名重装步兵,而阿斯彭多斯人则派遣了半数;但西德人一方面顾及对安条克的友好态度,更主要的是因为对阿斯彭多斯人的仇恨,没有参与这次援助。
§5.73.5ὁ δὲ Γαρσύηρις ἀναλαβὼν τάς τε τῶν βεβοηθηκότων καὶ τὰς ἰδίας δυνάμεις ἧκε πρὸς τὴν Πεδνηλισσόν, πεπεισμένος ἐξ ἐφόδου λύσειν τὴν πολιορκίαν· οὐ καταπληττομένων δὲ τῶν Σελγέων, λαβὼν σύμμετρον ἀπόστημα κατεστρατοπέδευσε.
加尔叙埃里斯带领援助者和自己的军队抵达佩德内利索斯,确信通过一次突袭就能解除包围;但由于塞尔盖人并未退缩,他便保持适当的距离安营扎寨。
§5.73.6τῶν δὲ Πεδνηλισσέων πιεζομένων ὑπὸ τῆς ἐνδείας, ὁ Γαρσύηρις σπεύδων ποιεῖν τὰ δυνατά, δισχιλίους ἑτοιμάσας ἄνδρας καὶ δοὺς ἑκάστῳ μέδιμνον πυρῶν, νυκτὸς εἰς τὴν Πεδνηλισσὸν εἰσέπεμπε.
鉴于佩德内利索斯人因物资匮乏而处境艰难,加尔叙埃里斯急于尽其所能,准备了两千人,给每人一麦地姆诺的小麦,试图在夜间将他们送入佩德内利索斯。
§5.73.7τῶν δὲ Σελγέων συνέντων τὸ γινόμενον καὶ παραβοηθησάντων, συνέβη τῶν μὲν ἀνδρῶν τῶν εἰσφερόντων κατακοπῆναι τοὺς πλείστους, τοῦ δὲ σίτου παντὸς κυριεῦσαι τοὺς Σελγεῖς.
但塞尔盖人察觉到了这一举动并前往阻截,结果运送粮食的大部分人被斩杀,塞尔盖人夺取了全部的小麦。
§5.73.8οἷς ἐπαρθέντες ἐνεχείρησαν οὐ μόνον τὴν πόλιν, ἀλλὰ καὶ τοὺς περὶ τὸν Γαρσύηριν πολιορκεῖν· ἔχουσι γὰρ δή τι τολμηρὸν ἀεὶ καὶ παράβολον ἐν τοῖς πολεμίοις οἱ Σελγεῖς.
塞尔盖人因此士气大振,不仅企图围困该城,还企图围困加尔叙埃里斯的营地;因为塞尔盖人在战争中向来有着某种大胆和冒险的特质。
§5.73.9διʼ ἃ καὶ τότε καταλιπόντες φυλακὴν τὴν ἀναγκαίαν τοῦ χάρακος, τοῖς λοιποῖς περιστάντες κατὰ πλείους τόπους ἅμα προσέβαλον εὐθαρσῶς τῇ τῶν ὑπεναντίων παρεμβολῇ.
因此,当时他们也仅在自己的营垒留下了必要的守卫,而用其余的兵力从多个方向包围,同时勇敢地向敌人的阵营发起进攻。
§5.73.10πανταχόθεν δὲ τοῦ κινδύνου παραδόξως περιεστῶτος, κατὰ δέ τινας τόπους καὶ τοῦ χάρακος ἤδη διασπωμένου, θεωρῶν ὁ Γαρσύηρις τὸ συμβαῖνον καὶ μοχθηρὰς ἐλπίδας ἔχων ὑπὲρ τῶν ὅλων, ἐξέπεμψε τοὺς ἱππεῖς κατά τινα τόπον ἀφυλακτούμενον·
危险出乎意料地从四面八方逼近,甚至在某些地方营垒已被突破,加尔叙埃里斯目睹了发生的一切,对全局抱有悲观的希望,于是从一个未设防的地方派出了骑兵。
§5.73.11οὓς νομίσαντες οἱ Σελγεῖς καταπεπληγμένους καὶ δεδιότας τὸ μέλλον ἀποχωρήσειν οὐ προσέσχον, ἀλλʼ ἁπλῶς ὠλιγώρησαν.
塞尔盖人以为这些骑兵因恐慌和害怕未来的命运而正在撤退,便没有理会,而是完全不予重视。
§5.73.12οἱ δὲ περιιππεύσαντες καὶ γενόμενοι κατὰ νώτου τοῖς πολεμίοις ἐνέβαλον, καὶ προσέφερον τὰς χεῖρας ἐρρωμένως.
但这些骑兵绕道行军,出现在敌人的后方并进行突袭,发起了强有力的攻击。
§5.73.13οὗ συμβαίνοντος ἀναθαρρήσαντες οἱ τοῦ Γαρσυήριδος πεζοί, καίπερ ἤδη τετραμμένοι, πάλιν ἐκ μεταβολῆς ἠμύνοντο τοὺς εἰσπίπτοντας·
发生此事后,加尔叙埃里斯的步兵们重新鼓起勇气,尽管此前已被击退,但他们转身迎击攻入的敌人。
§5.73.14ἐξ οὗ περιεχόμενοι πανταχόθεν οἱ Σελγεῖς τέλος εἰς φυγὴν ὥρμησαν.
结果,塞尔盖人被四面包围,最终开始溃退。
§5.73.15ἅμα δὲ τούτοις οἱ Πεδνηλισσεῖς ἐπιθέμενοι τοὺς ἐν τῷ χάρακι καταλειφθέντας ἐξέβαλον.
与此同时,佩德内利索斯人发起进攻,将留在营垒中的敌人赶了出去。
§5.73.16γενομένης δὲ τῆς φυγῆς ἐπὶ πολὺν τόπον, ἔπεσον μὲν οὐκ ἐλάττους μυρίων, τῶν δὲ λοιπῶν οἱ μὲν σύμμαχοι πάντες εἰς τὴν οἰκείαν, οἱ δὲ Σελγεῖς διὰ τῆς ὀρεινῆς εἰς τὴν αὑτῶν πατρίδα κατέφυγον.
溃退发生在广阔的区域,倒下的人不少于一万,其余的人中,盟军全部逃回了自己的家园,而塞尔盖人则穿过山区逃回了自己的祖国。

词汇与语法注释

  1. 5.73.1ταῖς τῶν τόπων ἐμπειρίαις — 属格 `τῶν τόπων` 是依附于名词 `ἐμπειρίαις` 的宾格性属格,意为“对地形的熟知”。在此文境中,这指的是塞尔盖人自身对当地险要地形的熟悉,并以此作为威吓敌人的手段。
  2. 5.73.3τοῖς δὲ περὶ Γαρσύηριν — 介词 `περί` 连用专有名词宾格的惯用结构,意为“加尔叙埃里斯及其部下/军队”。此处的形式为与格,充当主控动词 `ἔπεμψαν` 的间接宾语。
  3. 5.73.6εἰσέπεμπε — 动词 `εἰσπέμπω` 的未完成过去直陈式。此处它用作“企图未完成过去(conative imperfect)”,表示“试图送入”而非单纯已完成的动作。接下来的 §5.73.7 叙述了该尝试遭到拦截而失败,印证了这一语法解读。

引用这一段

波利比奥斯, 历史 §5.73.1-5.73.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.73.1-5.73.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。