§5.71.1Καμοῦν καὶ Γεφροῦν.
卡蒙和杰夫伦。
τοιαύτης δὲ γενομένης τῆς εὐροίας, οἱ τὴν παρακειμένην Ἀραβίαν κατοικοῦντες, παρακαλέσαντες σφᾶς αὐτούς, ὁμοθυμαδὸν αὐτῷ προσέθεντο πάντες.
随着形势如此顺利地发展,居住在邻近阿拉伯地区的人们互相号召,全体一致归顺了他。
§5.71.2προσλαβὼν δὲ καὶ τὴν παρὰ τούτων ἐλπίδα καὶ χορηγίαν προῆγε, καὶ κατασχὼν εἰς τὴν Γαλᾶτιν γίνεται Ἀβίλων καὶ τῶν εἰς αὐτὰ παραβεβοηθηκότων, ὧν ἡγεῖτο Νικίας, ἀναγκαῖος ὢν καὶ συγγενὴς Μεννέου.
他又得到了来自他们的支持和物资供应,继续前进,攻入加拉蒂斯地区,占领了阿比拉以及那些赶来增援该城的人,这些人由尼基亚斯指挥,他是门内亚斯的亲友和亲戚。
§5.71.3καταλειπομένων δʼ ἔτι τῶν Γαδάρων, ἃ δοκεῖ τῶν κατʼ ἐκείνους τοὺς τόπους ὀχυρότητι διαφέρειν, προσστρατοπεδεύσας αὐτοῖς καὶ συστησάμενος ἔργα ταχέως κατεπλήξατο καὶ παρέλαβε τὴν πόλιν.
迦达拉当时仍未屈服,该城在那些地方被认为在坚固程度上首屈一指。 他在该城前驻扎,并构筑了攻城工事,很快就震慑住敌军并占领了该城。
§5.71.4μετὰ δὲ ταῦτα πυνθανόμενος εἰς τὰ Ῥαββατάμανα τῆς Ἀραβίας καὶ πλείους ἡθροισμένους τῶν πολεμίων πορθεῖν καὶ κατατρέχειν τὴν τῶν προσκεχωρηκότων Ἀράβων αὐτῷ χώραν, πάντʼ ἐν ἐλάττονι θέμενος ὥρμησε καὶ προσεστρατοπέδευσε τοῖς βουνοῖς, ἐφʼ ὧν κεῖσθαι συμβαίνει τὴν πόλιν.
此后,他获悉有较多敌军聚集在阿拉伯的拉巴塔马纳,并正在掠夺和骚扰已经归顺他的阿拉伯人的领地,于是他把其他一切事情都放在次要位置,立即出发,并在该城所在的丘陵附近扎营。
§5.71.5περιελθὼν δὲ καὶ συνθεασάμενος τὸν λόφον κατὰ δύο τόπους μόνον ἔχοντα πρόσοδον, ταύτῃ προσέβαινε καὶ κατὰ τούτους συνίστατο τοὺς τόπους τὰς τῶν μηχανημάτων κατασκευάς.
他巡视并观察了那座山丘,发现仅有两处有通路,便从这两处发起进攻,并在这些地点开始建造攻城器械。
§5.71.6ἀποδοὺς δὲ τὴν ἐπιμέλειαν τῶν ἔργων τῶν μὲν Νικάρχῳ, τῶν δὲ Θεοδότῳ, τὸ λοιπὸν αὐτὸς ἤδη κοινὸν αὑτὸν παρεσκεύαζε κατὰ τὴν ἐπιμέλειαν καὶ τὴν ἐπίσκεψιν τῆς ἑκατέρου περὶ ταῦτα φιλοτιμίας.
他将工程的监督工作一部分交给了尼卡克斯,另一部分交给了狄奥多图斯,此后他自己便致力于亲自监督和视察他们双方在此事上的竞争。
§5.71.7πολλὴν δὲ ποιουμένων σπουδὴν τῶν περὶ τὸν Θεόδοτον καὶ Νίκαρχον, καὶ συνεχῶς ἁμιλλωμένων πρὸς ἀλλήλους περὶ τοῦ πότερος αὐτῶν φθάσει καταβαλὼν τὸ προκείμενον τῶν ἔργων τεῖχος, ταχέως συνέβη καὶ παρὰ τὴν προσδοκίαν ἑκάτερον πεσεῖν τὸ μέρος.
由于狄奥多图斯和尼卡克斯手下的人付出了巨大的努力,并不断地互相竞争谁先推倒自己工程对面的城墙,很快,甚至超乎预期地,两边的城墙都坍塌了。
§5.71.8οὗ συμβάντος ἐποιοῦντο καὶ νύκτωρ μὲν καὶ μεθʼ ἡμέραν προσβολὰς καὶ πᾶσαν προσέφερον βίαν, οὐδένα παραλείποντες καιρόν.
这件事发生后,他们不论昼夜发起进攻,施加了一切武力,不放过任何机会。
§5.71.9συνεχῶς δὲ καταπειράζοντες τῆς πόλεως οὐ μὴν ἤνυον τῆς ἐπιβολῆς οὐδὲν διὰ τὸ πλῆθος τῶν εἰς τὴν πόλιν συνδεδραμηκότων ἀνδρῶν, ἕως οὗ τῶν αἰχμαλώτων τινὸς ὑποδείξαντος τὸν ὑπόνομον, διʼ οὗ κατέβαινον ἐπὶ τὴν ὑδρείαν οἱ πολιορκούμενοι, τοῦτον ἀναρρήξαντες ἐνέφραξαν ὕλῃ καὶ λίθοις καὶ παντὶ τῷ τοιούτῳ γένει.
尽管他们不断尝试攻城,但由于城内聚集了大量人马,他们的企图毫无进展,直到一名俘虏指出了被围困者下山取水所用的地下通道,他们破坏了这一通道,并用木材、石块和所有此类物品将其堵死。
§5.71.10τότε δὲ συνείξαντες οἱ κατὰ τὴν πόλιν διὰ τὴν ἀνυδρίαν παρέδοσαν αὑτούς.
于是,城里的人因缺水而屈服,出城投降。
§5.71.11οὗ γενομένου κυριεύσας τῶν Ῥαββαταμάνων ἐπὶ μὲν τούτων ἀπέλιπε Νίκαρχον μετὰ φυλακῆς τῆς ἁρμοζούσης· Ἱππόλοχον δὲ καὶ Κεραίαν τοὺς ἀποστάντας μετὰ πεζῶν πεντακισχιλίων ἐξαποστείλας ἐπὶ τοὺς κατὰ Σαμάρειαν τόπους, καὶ συντάξας προκαθῆσθαι καὶ πᾶσι τὴν ἀσφάλειαν προκατασκευάζειν τοῖς ὑπʼ αὐτὸν ταττομένοις,
这件事发生后,他控制了拉巴塔马纳,在那里留下了尼卡克斯和适当的守卫部队;同时派遣投奔他的希波洛科斯和凯赖阿斯率领五千名步兵前往萨马利亚地区,并命令他们驻扎在前方,为所有隶属于他麾下的人预先确保安全。
§5.71.12ἀνέζευξε μετὰ τῆς δυνάμεως ὡς ἐπὶ Πτολεμαΐδος, ἐκεῖ ποιεῖσθαι διεγνωκὼς τὴν παραχειμασίαν.
他率领大军拔营,向普托莱迈斯进发,已决定在那里度过冬天。