Humanitext Reader

波利比奥斯 · 历史 §5.72.1-5.72.10

加尔叙埃里斯出征与夺取要隘

第 436 段,共 1311 段 · 希腊语

内容简介

受到塞尔盖人围攻的佩德内利索斯人向阿卡尤斯求援,阿卡尤斯派出了由加尔叙埃里斯率领的军队。加尔叙埃里斯使用计谋欺骗了塞尔盖人,夺取了战略隘口,并前往佩尔格争取盟友。

§5.72.1κατὰ δὲ τὴν αὐτὴν θερείαν Πεδνηλισσεῖς, πολιορκούμενοι καὶ κινδυνεύοντες ὑπὸ Σελγέων, διεπέμψαντο περὶ βοηθείας πρὸς Ἀχαιόν.
在同一个夏天,佩德内利索斯人受到塞尔盖人的围攻,处境危急,于是派使者向阿卡尤斯求援。
§5.72.2τοῦ δʼ ἀσμένως ὑπακούσαντος, οὗτοι μὲν εὐθαρσῶς ὑπέμενον τὴν πολιορκίαν, προσανέχοντες ταῖς ἐλπίσι τῆς βοηθείας,
由于他欣然答应,他们便抱持着获得援助的希望,勇敢地坚守着包围。
§5.72.3ὁ δʼ Ἀχαιός, προχειρισάμενος Γαρσύηριν μετὰ πεζῶν ἑξακισχιλίων, ἱππέων δὲ πεντακοσίων, ἐξαπέστειλε σπουδῇ παραβοηθήσοντα τοῖς Πεδνηλισσεῦσιν.
而阿卡尤斯则任命了加尔叙埃里斯率领六千步兵和五百骑兵,急速派遣他去援助佩德内利索斯人。
§5.72.4οἱ δὲ Σελγεῖς, συνέντες τὴν παρουσίαν τῆς βοηθείας, προκατελάβοντο τὰ στενὰ τὰ περὶ τὴν καλουμένην Κλίμακα τῷ πλείονι μέρει τῆς ἑαυτῶν δυνάμεως, καὶ τὴν μὲν εἰσβολὴν τὴν ἐπὶ Σάπορδα κατεῖχον, τὰς δὲ διόδους καὶ προσβάσεις πάσας ἔφθειρον.
塞尔盖人得知救援军到来的消息,便用自己主力部队的大部分预先占领了被称为“克利马克斯”附近的险隘,扼守通往萨波尔达的入口,并破坏了所有的通道和接近路径。
§5.72.5ὁ δὲ Γαρσύηρις, ἐμβαλὼν εἰς τὴν Μιλυάδα καὶ καταστρατοπεδεύσας περὶ τὴν καλουμένην Κρητῶν πόλιν, ἐπεὶ συνῄσθετο προκατεχομένων τῶν τόπων ἀδύνατον οὖσαν τὴν εἰς τοὔμπροσθεν πορείαν, ἐπινοεῖ τινα δόλον τοιοῦτον.
加尔叙埃里斯攻入米利亚斯,在被称为“克里特人之城”附近扎营,当他发觉由于要道已被预先占领而无法继续前进时,便想出了如下的计谋。
§5.72.6ἀναζεύξας ἦγε πάλιν εἰς τοὐπίσω τὴν πορείαν, ὡς ἀπεγνωκὼς τὴν βοήθειαν διὰ τὸ προκατέχεσθαι τοὺς τόπους.
他拔营后退,假装因道路被占领而放弃了救援。
οἱ δὲ Σελγεῖς προχείρως πιστεύσαντες, §5.72.7ὡς ἀπεγνωκότος βοηθεῖν Γαρσυήριδος, οἱ μὲν εἰς τὸ στρατόπεδον ἀπεχώρησαν, οἱ δʼ εἰς τὴν πόλιν διὰ τὸ κατεπείγειν τὴν τοῦ σίτου κομιδήν.
塞尔盖人轻信了此事,以为加尔叙埃里斯已经放弃救援,他们中的一部分人退回了营地,而另一部分人则因为急于收割谷物而回到了城里。
§5.72.8ὁ δὲ Γαρσύηρις, ἐξ ἐπιστροφῆς ἐνεργὸν ποιησάμενος τὴν πορείαν, ἧκε πρὸς τὰς ὑπερβολάς.
而加尔叙埃里斯则转身快速行军,抵达了山口。
καταλαβὼν δʼ ἐρήμους, ταύτας μὲν ἠσφαλίσατο φυλακαῖς, Φάϋλλον ἐπὶ πάντων ἐπιστήσας, §5.72.9αὐτὸς δὲ μετὰ τῆς στρατιᾶς εἰς Πέργην κατάρας ἐντεῦθεν ἐποιεῖτο τὰς διαπρεσβείας πρός τε τοὺς ἄλλους τοὺς τὴν Πισιδικὴν κατοικοῦντας καὶ πρὸς τὴν Παμφυλίαν, §5.72.10ὑποδεικνύων μὲν τὸ τῶν Σελγέων βάρος, παρακαλῶν δὲ πάντας πρὸς τὴν Ἀχαιοῦ συμμαχίαν καὶ πρὸς τὴν βοήθειαν τοῖς
发现那里已空无一人后,他便派兵驻守,并任命法伊洛斯为总指挥官,他自己则率领军队下到佩尔格,并从那里向居住在皮西迪亚的其他居民以及潘菲利亚派遣使节,指出塞尔盖人的威胁,并号召所有人与阿卡尤斯结盟,并向他们提供援助。

词汇与语法注释

  1. §5.72.2τοῦ δʼ ἀσμένως ὑπακούσαντος — 属格独立结构。代词 τοῦ 指代前文提到的阿卡尤斯(Achaeus)。
  2. §5.72.7ὡς ἀπεγνωκότος βοηθεῖν Γαρσυήριδος — 带有连接词 ὡς 的属格独立结构,表示主句主语(塞尔盖人)的主观想法或认定(“以为加尔叙埃里斯已放弃救援”)。
  3. §5.72.10τοῖς — 此段末尾的与格冠词 τοῖς 在上下文中显然指代受援对象“佩德内利索斯人”(τοῖς Πεδνηλισσεῦσιν)。

引用这一段

波利比奥斯, 历史 §5.72.1-5.72.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.72.1-5.72.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。