Humanitext Reader

波利比奥斯 · 历史 §5.70.1-5.70.12

菲洛特里亚与阿塔比里翁的攻克

第 434 段,共 1311 段 · 希腊语

内容简介

安条克放弃攻打西顿,通过计谋占领了菲洛特里亚和阿塔比里翁,托勒密麾下的凯赖阿斯等将领相继投奔于他。

§5.70.1Ἀντίοχος δὲ τὴν δύναμιν ἀναλαβὼν ἧκε καὶ κατεστρατοπέδευσε πρὸς τῇ Σιδῶνι.
安条克率领军队抵达,并在西顿附近驻扎。
§5.70.2τὸ μὲν οὖν καταπειράζειν τῆς πόλεως ἀπέγνω διὰ τὴν προϋπάρχουσαν αὐτόθι δαψίλειαν τῆς χορηγίας καὶ τὸ πλῆθος τῶν ἐνοικούντων καὶ συμπεφευγότων ἀνδρῶν· §5.70.3ἀναλαβὼν δὲ τὴν δύναμιν αὐτὸς μὲν ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ Φιλοτερίας, Διογνήτῳ δὲ συνέταξε τῷ ναυάρχῳ πάλιν ἔχοντι τὰς ναῦς ἀποπλεῖν εἰς Τύρον.
由于城内原已充足的物资供应,以及居民和逃难至此的人数众多,他放弃了攻打该城的企图;他再次率领军队,亲自向着菲洛特里亚方向行军,并命令海军指挥官迪奥格奈托斯率领船只驶回推罗。
§5.70.4ἡ δὲ Φιλοτερία κεῖται παρʼ αὐτὴν τὴν λίμνην, εἰς ἣν ὁ καλούμενος Ἰορδάνης ποταμὸς εἰσβάλλων ἐξίησι πάλιν εἰς τὰ πεδία τὰ περὶ τὴν Σκυθῶν πόλιν προσαγορευομένην.
菲洛特里亚坐落在湖畔,那条被称为约旦河的河流流入该湖,然后又流出,流向被称为斯基托波利斯的城市周围的平原。
§5.70.5γενόμενος δὲ καθʼ ὁμολογίαν ἐγκρατὴς ἀμφοτέρων τῶν προειρημένων πόλεων, εὐθαρσῶς ἔσχε πρὸς τὰς μελλούσας ἐπιβολὰς διὰ τὸ τὴν ὑποτεταγμένην χώραν ταῖς πόλεσι ταύταις ῥᾳδίως δύνασθαι παντὶ τῷ στρατοπέδῳ χορηγεῖν καὶ δαψιλῆ παρασκευάζειν τὰ κατεπείγοντα πρὸς τὴν χρείαν.
在通过协议掌握了上述两座城市之后,他对未来的企图充满了信心,因为隶属于这些城市的地区能够轻易地为全军提供供给,并为他们的需要准备充足的紧迫物资。
§5.70.6ἀσφαλισάμενος δὲ φρουραῖς ταύτας ὑπερέβαλε τὴν ὀρεινὴν καὶ παρῆν ἐπʼ Ἀταβύριον, ὃ κεῖται μὲν ἐπὶ λόφου μαστοειδοῦς, τὴν δὲ πρόσβασιν ἔχει πλεῖον ἢ πεντεκαίδεκα σταδίων.
在用驻军确保了这两座城市的安全后,他翻越了山区,抵达阿塔比里翁,该城坐落在一个乳房状的山丘上,其登城通路长达十五斯塔迪翁以上。
§5.70.7χρησάμενος δὲ κατὰ τὸν καιρὸν τοῦτον ἐνέδρᾳ καὶ στρατηγήματι κατέσχε τὴν πόλιν· §5.70.8προκαλεσάμενος γὰρ εἰς ἀκροβολισμὸν τοὺς ἀπὸ τῆς πόλεως καὶ συγκαταβιβάσας ἐπὶ πολὺ τοὺς προκινδυνεύοντας, κἄπειτα πάλιν ἐκ μεταβολῆς τῶν φευγόντων καὶ διαναστάσεως τῶν ἐγκαθημένων συμβαλών, πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, §5.70.9τέλος δʼ ἐπακολουθήσας καὶ προκαταπληξάμενος ἐξ ἐφόδου παρέλαβε καὶ ταύτην τὴν πόλιν.
此时,他利用伏兵和计谋占领了该城:因为他诱使城内的人进行小规模遭遇战,并将那些在前线战斗的人引诱下山很远,接着又通过让正在逃跑的己方士兵转身迎击以及潜伏的守兵突然起立合击,杀死了他们之中的许多人,最后进行追击,并通过突袭使他们陷入恐慌,从而也占领了这座城市。
§5.70.10κατὰ δὲ τὸν καιρὸν τοῦτον Κεραίας, εἷς τῶν· ὑπὸ Πτολεμαῖον ταττομένων ὑπάρχων, ἀπέστη πρὸς αὐτόν· ᾧ χρησάμενος μεγαλοπρεπῶς πολλοὺς ἐμετεώρισε τῶν παρὰ τοῖς ἐναντίοις ἡγεμόνων·
此时,曾隶属于托勒密麾下的杰出将领之一凯赖阿斯投奔了他;安条克隆重地接待了凯赖阿斯,这极大地动摇了敌方许多将领的心。
§5.70.11Ἱππόλοχος γοῦν ὁ Θετταλὸς οὐ μετὰ πολὺ τετρακοσίους ἱππεῖς ἧκεν ἔχων πρὸς αὐτὸν τῶν ὑπὸ Πτολεμαῖον ταττομένων.
事实上,色萨利人希波洛科斯不久后便带着属于托勒密麾下的四百名骑兵投奔了他。
§5.70.12ἀσφαλισάμενος δὲ καὶ τὸ Ἀταβύριον ἀνέζευξε, καὶ προάγων παρέλαβε Πέλλαν καὶ
在确保了阿塔比里翁的安全后,他拔营起行,继续前进,占领了佩拉和……

词汇与语法注释

  1. §5.70.2τὸ μὲν οὖν καταπειράζειν τῆς πόλεως ἀπέγνω — 动词 ἀπέγνω(放弃)以名词化的不定式短语 τὸ καταπειράζειν 作为其直接宾语,而不定式本身则支配属格宾语 τῆς πόλεως。
  2. §5.70.8ἐκ μεταβολῆς τῶν φευγόντων καὶ διαναστάσεως τῶν ἐγκαθημένων — 介词 ἐκ 支配两个动作名词 μεταβολῆς 和 διαναστάσεως,用以表示手段。属格分词 τῶν φευγόντων 和 τῶν ἐγκαθημένων 分别作为这两个名词的逻辑主语(主格性属格)。
  3. §5.70.10πολλοὺς ἐμετεώρισε τῶν παρὰ τοῖς ἐναντίοις ἡγεμόνων — 及物动词 ἐμετεώρισε(使动摇、使产生期望)以宾格形容词 πολλούς 为直接宾语,并由部分属格 τῶν... ἡγεμόνων(将领之中的)修饰。

引用这一段

波利比奥斯, 历史 §5.70.1-5.70.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.70.1-5.70.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。