Humanitext Reader

波利比奥斯 · 历史 §5.67.1-5.67.13

关于柯里叙利亚归属权的外交辩论

第 431 段,共 1311 段 · 希腊语

内容简介

记述双方使节在塞琉西亚会合后,围绕柯里叙利亚的历史主权展开激烈辩论,并因阿凯奥斯的前途问题产生严重分歧。

§5.67.1πλὴν καὶ τότε τῶν πρέσβεων ἀφικομένων οἱ μὲν περὶ τὸν Σωσίβιον ἕτοιμοι πρὸς πᾶν, §5.67.2ὁ δʼ Ἀντίοχος μεγίστην ἐποιεῖτο σπουδὴν εἰς τὸ καθάπαξ καὶ τοῖς ὅπλοις καὶ τοῖς δικαίοις ἐπὶ τῶν ἐντεύξεων καταπεριεῖναι τῶν ἐκ τῆς Ἀλεξανδρείας.
尽管如此,当时使节们抵达后,索西比乌斯一派虽然已准备好应对一切,但安条克在会谈中竭尽全力,试图在武力和法理两方面彻底压倒来自亚历山大里亚的使节。
§5.67.3ᾗ καὶ παραγενομένων τῶν πρεσβευτῶν εἰς τὴν Σελεύκειαν, καὶ συγκαταβαινόντων εἰς τοὺς κατὰ μέρος ὑπὲρ τῆς διαλύσεως λόγους κατὰ τὰς ὑπὸ τῶν περὶ τὸν Σωσίβιον ἐντολάς, §5.67.4ὁ μὲν βασιλεὺς τὸ μὲν ἄρτι γεγονὸς ἀτύχημα καὶ προφανὲς ἀδίκημα περὶ τῆς ἐνεστώσης καταλήψεως τῶν περὶ Κοίλην Συρίαν τόπων οὐ δεινὸν ἐνόμιζε κατὰ τὰς δικαιολογίας,
因此,当使节们抵达塞琉西亚,并根据索西比乌斯一派的指示,就和平解决的细节展开具体谈判时,国王在法理申辩中,认为最近发生的、关于当前占领柯里叙利亚地区的不幸事件和显而易见的侵犯,并不是什么大不了的事情。
§5.67.5τὸ δὲ πλεῖστον οὐδʼ ἐν ἀδικήματι, κατηριθμεῖτο τὴν πρᾶξιν, ὡς καθηκόντων αὐτῷ τινων ἀντιπεποιημένος,
甚至在很大程度上,他根本不把这一行为视为侵犯,坚称自己只是对本属于自己的财产宣示了主权。
§5.67.6τὴν δὲ πρώτην Ἀντιγόνου τοῦ Μονοφθάλμου κατάληψιν καὶ τὴν Σελεύκου δυναστείαν τῶν τόπων τούτων ἐκείνας ἔφη κυριωτάτας εἶναι καὶ δικαιοτάτας κτήσεις, καθʼ ἃς αὐτοῖς, οὐ Πτολεμαίῳ, καθήκειν τὰ κατὰ Κοίλην Συρίαν· §5.67.7καὶ γὰρ Πτολεμαῖον διαπολεμῆσαι πρὸς Ἀντίγονον οὐχ αὑτῷ, Σελεύκῳ δὲ συγκατασκευάζοντα τὴν ἀρχὴν τῶν τόπων τούτων.
他声称,“独眼”安提柯对这些地区的最初占领以及塞琉古的统治权,才是最有效、最合法的占有,根据这些,柯里叙利亚的事务属于他们,而不属于普托勒迈伊斯;因为普托勒迈伊斯与安提柯作战,并非为了自己,而是为了帮助塞琉古建立对这些地区的统治。
§5.67.8μάλιστα δὲ τὸ κοινὸν ἐπιέζει πάντων τῶν βασιλέων συγχώρημα, καθʼ οὓς καιροὺς Ἀντίγονον νικήσαντες, καὶ βουλευόμενοι κατὰ προαίρεσιν ὁμόσε πάντες, Κάσσανδρος, Λυσίμαχος, Σέλευκος, ἔκριναν Σελεύκου τὴν ὅλην Συρίαν ὑπάρχειν.
尤其是,安条克极力强调所有国王的共同协定,当时他们击败了安提柯,卡桑德、利西马科斯和塞琉古全体出于共同的意愿进行商议,裁定整个叙利亚属于塞琉古。
§5.67.9οἱ δὲ παρὰ τοῦ Πτολεμαίου τἀναντία τούτων ἐπειρῶντο συνιστάνειν· τό τε γὰρ παρὸν ηὖξον ἀδίκημα καὶ δεινὸν ἐποίουν τὸ γεγονός, εἰς παρασπόνδημα τὴν Θεοδότου προδοσίαν καὶ τὴν ἔφοδον ἀνάγοντες τὴν Ἀντιόχου, §5.67.10προεφέροντο δὲ καὶ τὰς ἐπὶ Πτολεμαίου τοῦ Λάγου κτήσεις, φάσκοντες ἐπὶ τούτῳ συμπολεμῆσαι Σελεύκῳ Πτολεμαῖον, ἐφʼ ᾧ τὴν μὲν ὅλης τῆς Ἀσίας ἀρχὴν Σελεύκῳ περιθεῖναι, τὰ δὲ κατὰ Κοίλην Συρίαν αὑτῷ κατακτήσασθαι καὶ Φοινίκην.
然而,普托勒迈伊斯的使节们则试图确立与此相反的主张;他们夸大当下的侵犯行为,使发生的事情显得极为严重,将狄奥多托斯的背叛和安条克的入侵归咎于违反协定的背约行为,他们还搬出了普托勒迈伊斯·拉古斯之子时期的占有,声称普托勒迈伊斯与塞琉古共同作战的条件是:虽然将整个亚洲的统治权归于塞琉古,但普托勒迈伊斯自己应获得柯里叙利亚和腓尼基。
§5.67.11ἐλέγετο μὲν οὖν ταῦτα καὶ παραπλήσια τούτοις πλεονάκις ὑπʼ ἀμφοτέρων κατὰ τὰς διαπρεσβείας καὶ τὰς ἐντεύξεις, ἐπετελεῖτο δὲ τὸ παράπαν οὐδέν, ἅτε τῆς δικαιολογίας γινομένης διὰ τῶν κοινῶν φίλων, μεταξὺ δὲ μηδενὸς ὑπάρχοντος τοῦ δυνησομένου παρακατασχεῖν καὶ κωλῦσαι τὴν τοῦ δοκοῦντος ἀδικεῖν ὁρμήν.
双方在外交和会谈中频繁提出这些及类似的论点,但根本没有达成任何结果,因为法理申辩是通过共同的朋友进行的,而在他们之间没有任何人能够约束和阻止被认为行事不正之人的冲动。
§5.67.12μάλιστα δὲ παρεῖχε δυσχρηστίαν ἀμφοτέροις τὰ περὶ τὸν Ἀχαιόν· Πτολεμαῖος μὲν γὰρ ἐσπούδαζε περιλαβεῖν ταῖς συνθήκαις αὐτόν, §5.67.13Ἀντίοχος δὲ καθάπαξ οὐδὲ λόγον ἠνείχετο περὶ τούτων, δεινὸν ἡγούμενος τὸ καὶ τολμᾶν τὸν Πτολεμαῖον περιστέλλειν τοὺς ἀποστάτας καὶ μνήμην ποιεῖσθαι περί τινος τῶν τοιούτων.
特别是关于阿凯奥斯的问题给双方带来了极大的困难;因为普托勒迈伊斯急于将他纳入条约之中,而安条克则根本不容许对此提起一字,认为普托勒迈伊斯甚至敢于庇护叛乱分子并提及此类人物,简直是骇人听闻。

词汇与语法注释

  1. §5.67.2εἰς τὸ καθάπαξ καὶ τοῖς ὅπλοις καὶ τοῖς δικαίοις ἐπὶ τῶν ἐντεύξεων καταπεριεῖναι τῶν ἐκ τῆς Ἀλεξανδρείας — 不定式 `καταπεριεῖναι` 支配属格宾语 `τῶν ἐκ τῆς 亚历山大里亚`(来自亚历山大里亚的使节)。而 `καὶ τοῖς ὅπλοις καὶ τοῖς δικαίοις` 则是表示手段或领域的与格。
  2. §5.67.5ὡς καθηκόντων αὐτῷ τινων ἀντιπεποιημένος — 连结词 `ὡς` 与完成时中动分词 `ἀντιπεποιημένος` 连用,表示主语(安条克)的主观主张(“坚称是……”)。作为 `ἀντιποιέομαι`(宣示主权、主张权利)的支配格,`καθηκόντων αὐτῷ τινων`(属于他的某些事物)使用了属格。
  3. §5.67.8ἐπιέζει — 直陈式现在时,在此用作历史现在时,以生动地表现安条克在谈判中的坚持,或是该历史协定至今仍具有的雄辩说服力。
  4. §5.67.10ἐφʼ ᾧ — 连同不定式表示条件(“在……条件下”)的 `ἐφʼ ᾧ` 构文。此处引导了 `περιθεῖναι` 和 `κατακτήσασθαι` 两个不定式,规定了过去军事同盟的条件(一方获得亚洲统治权,另一方获得叙利亚和腓尼基)。

引用这一段

波利比奥斯, 历史 §5.67.1-5.67.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.67.1-5.67.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。