§5.58.1ὁ δὲ βασιλεὺς σαφῶς ἕκαστα τούτων ἐπεγνωκώς, πρὸς μὲν τὸν Ἀχαιὸν διεπέμπετο συνεχῶς ἀνατεινόμενος, καθάπερ ἐπάνω προεῖπον, πρὸς δὲ ταῖς ἐπὶ τὸν Πτολεμαῖον παρασκευαῖς ὅλος καὶ πᾶς ἦν.
国王在明确了解了所有这些情况后,虽然如我上面所说,不断派使者去警告阿凯乌斯,但他整个人都完全投入到了针对托勒密的备战中。
§5.58.2διὸ καὶ συναθροίσας εἰς Ἀπάμειαν τὰς δυνάμεις ὑπὸ τὴν ἐαρινὴν ὥραν, ἀνέδωκε τοῖς φίλοις διαβούλιον πῶς χρηστέον ἐστὶ ταῖς εἰς Κοίλην Συρίαν εἰσβολαῖς.
因此,他在春季临近时将军队集结于阿帕美亚,并召集他的“朋友们”商议如何对柯里叙利亚进行入侵。
§5.58.3πολλῶν δʼ εἰς τοῦτο τὸ μέρος ῥηθέντων καὶ περὶ τῶν τόπων καὶ περὶ παρασκευῆς καὶ περὶ τῆς κατὰ τὴν ναυτικὴν δύναμιν συνεργείας, Ἀπολλοφάνης, ὑπὲρ οὗ καὶ πρότερον εἴπαμεν, τὸ γένος ὢν Σελευκεύς, ἐπέτεμε πάσας τὰς προειρημένας γνώμας·
在此期间,众人就地理位置、军事准备以及海军力量的协同配合发表了许多意见。
§5.58.4ἔφη γὰρ εὔηθες εἶναι τὸ Κοίλης μὲν Συρίας ἐπιθυμεῖν καὶ στρατεύειν ἐπὶ ταύτην, Σελεύκειαν δὲ περιορᾶν ὑπὸ Πτολεμαίου κρατουμένην, ἀρχηγέτιν οὖσαν καὶ σχεδὸν ὡς εἰπεῖν ἑστίαν ὑπάρχουσαν τῆς αὑτῶν δυναστείας.
而我们之前提到过的、生为塞琉西亚人的阿波罗法内斯,则打断了所有上述意见:因为他说,向往并企图远征柯里叙利亚,却对正被托勒密控制的塞琉西亚听之任之,这是极其愚蠢的,因为塞琉西亚不仅是他们自身王朝的奠基之城,而且可以说是他们王朝的温床。
§5.58.5ἣν χωρὶς τῆς αἰσχύνης, ἣν περιποιεῖ νῦν τῇ βασιλείᾳ φρουρουμένη διὰ τῶν ἐν Αἰγύπτῳ βασιλέων, καὶ πρὸς πραγμάτων λόγον μεγίστας ἔχειν καὶ καλλίστας ἀφορμάς.
他指出,且不说由于该城被埃及国王们驻军看守而给王国带来的耻辱,即使从实际利害关系来看,该城也具有极其重大且极佳的战略价值。
§5.58.6κρατουμένην μὲν γὰρ ὑπὸ τῶν ἐχθρῶν μέγιστον ἐμπόδιον εἶναι πρὸς πάσας αὐτοῖς τὰς ἐπιβολάς·
因为只要它还被敌人控制,它就会成为他们所有企图的最大障碍。
§5.58.7οὗ γὰρ ἂν ἐπινοήσωσιν ἀεὶ προβαίνειν, οὐκ ἐλάττονος δεῖσθαι προνοίας καὶ φυλακῆς αὐτοῖς τοὺς οἰκείους τόπους διὰ τὸν ἀπὸ ταύτης φόβον τῆς ἐπὶ τοὺς πολεμίους παρασκευῆς.
无论他们计划向何处推进,由于该城带来的对敌军准备的恐惧,他们总是需要对自己的本土安全投入不亚于此的防范与戒备。
§5.58.8κρατηθεῖσάν γε μὴν οὐ μόνον ἔφη δύνασθαι βεβαίως τηρεῖν τὴν οἰκείαν, ἀλλὰ καὶ πρὸς τὰς ἄλλας ἐπινοίας καὶ προθέσεις καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν μεγάλα δύνασθαι συνεργεῖν διὰ τὴν εὐκαιρίαν τοῦ τόπου.
然而他接着说,如果夺回该城,不仅能确保本土安全,而且由于其优越的地理位置,无论在陆路还是海路,都能对其他企图和计划起到极大的协同协助作用。
§5.58.9πεισθέντων δὲ πάντων τοῖς λεγομένοις, ἔδοξε ταύτην πρώτην ἐξαιρεῖν τὴν πόλιν·
由于众人都被他的话所说服,于是决定首先攻取这座城市。
§5.58.10συνέβαινε γὰρ Σελεύκειαν ἔτι τότε κατέχεσθαι φρουραῖς ὑπὸ τῶν ἐξ Αἰγύπτου βασιλέων ἐκ τῶν κατὰ τὸν Εὐεργέτην ἐπικληθέντα Πτολεμαῖον καιρῶν,
因为当时塞琉西亚仍然被埃及国王们的守备队所占领,这可以追溯到被称为“施惠者”的托勒密三世时期。
§5.58.11ἐν οἷς ἐκεῖνος διὰ τὰ Βερενίκης συμπτώματα καὶ τὴν ὑπὲρ ἐκείνης ὀργὴν στρατεύσας εἰς τοὺς κατὰ Συρίαν τόπους ἐγκρατὴς ἐγένετο ταύτης τῆς πόλεως.
在那个时期,他由于贝勒尼基的遭遇以及为她感到的愤怒,出兵叙利亚地区,并占领了这座城市。