§5.57.1Ἀντίοχος δὲ παραγενόμενος εἰς τὴν οἰκείαν, καὶ διαφεὶς τὰς δυνάμεις εἰς παραχειμασίαν, διεπέμπετο πρὸς τὸν Ἀχαιόν, §5.57.2ἐγκαλῶν καὶ διαμαρτυρόμενος πρῶτον μὲν ἐπὶ τῷ τετολμηκέναι διάδημα περιθέσθαι καὶ βασιλέα χρηματίζειν, δεύτερον δὲ προλέγων ὡς οὐ λανθάνει κοινοπραγῶν Πτολεμαίῳ καὶ καθόλου πλείω τοῦ δέοντος κινούμενος.
安提阿斯返回本国,并将军队派往冬营,随后向阿凯乌斯派出使者,首先谴责并抗议他竟敢戴上王冠并自称为王,其次预先警告他,自己并非不知道他正与托勒密共谋,且其不轨行动总的来说已越过必要的限度。
§5.57.3ὁ γὰρ Ἀχαιός, καθʼ οὓς καιροὺς ἐπὶ τὸν Ἀρταβαζάνην ὁ βασιλεὺς ἐστράτευε, πεισθεὶς καὶ παθεῖν ἄν τι τὸν Ἀντίοχον, καὶ μὴ παθόντος ἐλπίσας διὰ τὸ μῆκος §5.57.4τῆς ἀποστάσεως φθάσειν ἐμβαλὼν εἰς Συρίαν καὶ συνεργοῖς χρησάμενος Κυρρησταῖς τοῖς ἀποστάταις γεγονόσι τοῦ βασιλέως ταχέως ἂν κρατῆσαι τῶν κατὰ τὴν βασιλείαν πραγμάτων, ὥρμησε μετὰ πάσης τῆς δυνάμεως ἐκ Λυδίας.
因为阿凯乌斯在国王向阿尔塔巴扎内斯进军期间,确信安提阿斯必会遭遇某种变故,且即便没有遭遇变故,他也希望由于远征距离遥远,自己能抢先攻入叙利亚,并利用已经背叛国王的居勒斯泰人作为同伙,迅速掌控王国大局,因而率领全部军队从吕底亚出发。
§5.57.5παραγενόμενος δʼ εἰς Λαοδίκειαν τὴν ἐν Φρυγίᾳ διάδημά τε περιέθετο καὶ βασιλεὺς τότε πρῶτον ἐτόλμησε χρηματίζειν καὶ γράφειν πρὸς τὰς πόλεις; Γαρσυήριδος αὐτὸν τοῦ φυγάδος εἰς τοῦτο τὸ μέρος μάλιστα προτρεψαμένου.
他在抵达弗里吉亚的老底嘉后,戴上了王冠,并在此刻首次胆敢自称为王并向各城市致书,流亡者加尔苏埃里斯在这一举动上最力促他。
προάγοντος δὲ κατὰ τὸ συνεχὲς αὐτοῦ, §5.57.6καὶ σχεδὸν ἤδη περὶ Λυκαονίαν ὄντος, αἱ δυνάμεις ἐστασίασαν, δυσαρεστούμεναι τῷ δοκεῖν γίνεσθαι τὴν στρατείαν ἐπὶ τὸν κατὰ φύσιν αὐτῶν ἐξ ἀρχῆς ὑπάρχοντα βασιλέα.
随着他不断前进,且已经几乎到达吕考尼亚一带时,军队发生了哗变,盖因他们不满于这场远征看似是针对他们自始便拥有的合法君主。
§5.57.7διόπερ Ἀχαιὸς συνεὶς τὴν ἐν αὐτοῖς διατροπὴν τῆς μὲν προκειμένης ἐπιβολῆς ἀπέστη, βουλόμενος δὲ πεισθῆναι τὰς δυνάμεις ὡς οὐδʼ ἐξ ἀρχῆς ἐπεβάλετο στρατεύειν εἰς Συρίαν, ἐπιστρέψας πορθεῖ τὴν Πισιδικήν, §5.57.8καὶ πολλὰς ὠφελείας παρασκευάσας τῷ στρατοπέδῳ, πάντας εὔνους αὑτῷ καὶ πεπιστευκότας ἔχων ἐπανῆλθε πάλιν εἰς τὴν οἰκείαν.
于是,阿凯乌斯察觉到军队内部的动摇,便放弃了既定的企图;但为了让军队相信自己最初根本没有企图向叙利亚进军,他转过头去洗劫了皮西迪亚地区,并在为军营谋取了大量利益后,带着对他满怀好意与信任的全军,重新返回了本国。