Humanitext Reader

波利比奥斯 · 历史 §5.59.1-5.59.11

安条克的进军与塞琉西亚的地形

第 423 段,共 1311 段 · 希腊语

内容简介

安条克调动海军和陆军准备包围塞琉西亚,并派遣狄奥多图斯前往柯里叙利亚。随后详细描写了坐落在科里法翁山脚下的塞琉西亚险要的地形和附近流经的奥龙特斯河。

§5.59.1οὐ μὴν ἀλλʼ Ἀντίοχος κριθέντων τούτων Διογνήτῳ μὲν τῷ ναυάρχῳ παρήγγειλε πλεῖν ὡς ἐπὶ τῆς Σελευκείας, αὐτὸς δʼ ἐκ τῆς Ἀπαμείας ὁρμήσας μετὰ τῆς στρατιᾶς, καὶ περὶ πέντε σταδίους ἀποσχὼν τῆς πόλεως, προσεστρατοπέδευσε κατὰ τὸν ἱππόδρομον.
然而,在这些事情决定之后,安条克命令海军将领迪奥格内图斯向塞琉西亚航行,而他自己则率军从阿帕美亚出发,在距离该城约五斯塔德的地方,于赛马场附近安营扎帐。
§5.59.2Θεόδοτον δὲ τὸν ἡμιόλιον ἐξαπέστειλε μετὰ τῆς ἁρμοζούσης δυνάμεως ἐπὶ τοὺς κατὰ Κοίλην Συρίαν τόπους, καταληψόμενον τὰ στενὰ καὶ προκαθησόμενον ἅμα τῶν αὑτοῦ πραγμάτων.
他派遣了被称为“一倍半”的狄奥多图斯率领一支适当的军队前往柯里叙利亚地区,以占领隘口并同时掩护自己的军事行动。
§5.59.3τὴν δὲ τῆς Σελευκείας θέσιν καὶ τὴν τῶν πέριξ τόπων ἰδιότητα τοιαύτην ἔχειν τὴν φύσιν συμβαίνει. §5.59.4κειμένης γὰρ αὐτῆς ἐπὶ θαλάττῃ μεταξὺ Κιλικίας καὶ Φοινίκης, ὄρος ἐπίκειται παμμέγεθες, ὃ καλοῦσι Κορυφαῖον· §5.59.5ᾧ πρὸς μὲν τὴν ἀφʼ ἑσπέρας πλευρὰν προσκλύζει τὸ καταλῆγον τοῦ πελάγους τοῦ μεταξὺ κειμένου Κύπρου καὶ Φοινίκης, τοῖς δʼ ἀπὸ τῆς ἠοῦς μέρεσιν ὑπέρκειται τῆς Ἀντιοχέων καὶ Σελευκέων χώρας.
至于塞琉西亚的地理位置和周边地区的特点,其自然状况如下:因为该城位于基利家和腓尼基之间的海滨,上方耸立着一座极其巨大的山,人们称之为科里法翁山;在山的西侧,塞浦路斯和腓尼基之间的海域边缘拍击着它,而在东侧,它俯瞰着安条克和塞琉西亚的领土。
§5.59.6ἐν δὲ τοῖς πρὸς μεσημβρίαν αὐτοῦ κλίμασι τὴν Σελεύκειαν συμβαίνει κεῖσθαι, διεζευγμένην φάραγγι κοίλῃ καὶ δυσβάτῳ, καθήκουσαν μὲν καὶ περικλωμένην ὡς ἐπὶ θάλατταν, κατὰ δὲ τὰ πλεῖστα μέρη κρημνοῖς καὶ πέτραις ἀπορρῶξι περιεχομένην.
在山的南坡上坐落着塞琉西亚,它被一条深邃且难以逾越的峡谷所隔开,向海延伸并弯曲,但在其大部分地方都由陡峭的悬崖和断岩所环绕。
§5.59.7ὑπὸ δὲ τὴν ἐπὶ θάλατταν αὐτῆς νεύουσαν πλευρὰν ἐν τοῖς ἐπιπέδοις τά τʼ ἐμπόρια καὶ τὸ προάστειον κεῖται, διαφερόντως τετειχισμένον.
在朝向大海倾斜的山坡下方的平地上,坐落着商业区和郊区,这些地方都筑有特别坚固的城墙。
§5.59.8παραπλησίως δὲ καὶ τὸ σύμπαν τῆς πόλεως κύτος τείχεσι πολυτελέσιν ἠσφάλισται, κεκόσμηται δὲ καὶ ναοῖς καὶ ταῖς τῶν οἰκοδομημάτων κατασκευαῖς ἐκπρεπῶς.
同样地,整个城市的整体轮廓也由昂贵的城墙保护着,并用神殿和各种宏伟的建筑物装点得非常夺目。
§5.59.9πρόσβασιν δὲ μίαν ἔχει κατὰ τὴν ἀπὸ θαλάττης πλευρὰν κλιμακωτὴν καὶ χειροποίητον, ἐγκλίμασι καὶ σκαιώμασι πυκνοῖς καὶ συνεχέσι διειλημμένην.
从海侧进入该城只有一条通道,是用人工开凿的阶梯状道路,其间密布且连续地分布着急坡和急转弯。
§5.59.10ὁ δὲ καλούμενος Ὀρόντης ποταμὸς οὐ μακρὰν αὐτῆς ποιεῖται τὰς ἐκβολάς, ὃς τὴν ἀρχὴν τοῦ ῥεύματος λαμβάνων ἀπὸ τῶν κατὰ τὸν Λίβανον καὶ τὸν Ἀντιλίβανον τόπων, καὶ διανύσας τὸ καλούμενον Ἀμύκης πεδίον, ἐπʼ αὐτὴν ἱκνεῖται τὴν Ἀντιόχειαν,
被称为奥龙特斯河的河流在其不远处入海。
§5.59.11διʼ ἧς φερόμενος καὶ πάσας ὑποδεχόμενος τὰς ἀνθρωπείας λύμας διὰ τὸ πλῆθος τοῦ ῥεύματος, τέλος οὐ μακρὰν τῆς Σελευκείας ποιεῖται τὴν ἐκβολὴν εἰς τὸ προειρημένον πέλαγος.
这条河发源于黎巴嫩和反黎巴嫩山脉地区,穿过被称为阿米克斯的平原,到达安条克城,流经该城并因其巨大的流量而冲刷走人类产生的一切污物,最终在距离塞琉西亚不远处注入前述海域。

词汇与语法注释

  1. 5.59.1οὐ μὴν ἀλλʼ — 此短语意为“然而”或“尽管如此”,作为过渡小词,将叙述从前一章的历史背景转移到安条克的具体军事行动上。
  2. 5.59.2καταληψόμενον ... καὶ προκαθησόμενον — 这些是表示目的的将来时分词。属格短语 τῶν αὑτοῦ πραγμάτων 受动词 προκαθησόμενον(意为“在其前防守”、“掩护”)的支配。
  3. 5.59.3τοιαύτην ἔχειν τὴν φύσιν συμβαίνει — 该结构由无人称动词 συμβαίνει(意为“碰巧发生”、“结果是”)后接宾格主语(τὴν δὲ τῆς Σελευκείας θέσιν...)和不定式(ἔχειν)构成,表示该城的位置“碰巧具有如此性质”。
  4. 5.59.11πάσας ὑποδεχόμενος τὰς ἀνθρωπείας λύμας — 插入在河流描写中的分词短语。与 διʼ ἧς φερόμενος 并列,描写了奥龙特斯河虽然接收了城市的所有废弃物,但凭借其“巨大的流量”(διὰ τὸ πλῆθος τοῦ ῥεύματος)而将其冲刷入海的情景。

引用这一段

波利比奥斯, 历史 §5.59.1-5.59.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.59.1-5.59.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。