§5.5.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Λυκοῦργος μὲν εἰς τὴν Μεσσηνίαν ἐξεστρατεύκει, Δωρίμαχος δὲ τοὺς ἡμίσεις ἔχων Αἰτωλῶν εἰς Θετταλίαν ἐπεποίητο τὴν ὁρμήν, ἀμφότεροι πεπεισμένοι τὸν Φίλιππον ἀποσπάσειν τῆς τῶν Παλαιέων πολιορκίας.
就在同一时期,莱库古已出兵麦塞尼亚,而多里马科斯则率领半数阿托利亚人向色萨利进军,双方都确信此举能将腓力从对帕莱的围攻中引开。
§5.5.2ὑπὲρ ὧν ἧκον πρέσβεις πρὸς τὸν βασιλέα παρά τʼ Ἀκαρνάνων καὶ παρὰ Μεσσηνίων, οἱ μὲν παρὰ τῶν Ἀκαρνάνων παρακαλοῦντες αὐτὸν ἐμβαλεῖν εἰς τὴν τῶν Αἰτωλῶν χώραν καὶ τόν τε Δωρίμαχον ἀποστῆσαι τῆς εἰς τὴν Μακεδονίαν ὁρμῆς καὶ τὴν χώραν τῶν Αἰτωλῶν ἐπελθεῖν καὶ πορθῆσαι πᾶσαν ἀδεῶς, §5.5.3οἱ δὲ παρὰ τῶν Μεσσηνίων δεόμενοι σφίσι βοηθεῖν καὶ διδάσκοντες ὅτι τῶν ἐτησίων ἤδη στάσιν ἐχόντων δυνατόν ἐστι τὴν παρακομιδὴν ἐκ τῆς Κεφαλληνίας εἰς τὴν Μεσσηνίαν ἐν ἡμέρᾳ ποιήσασθαι μιᾷ·
针对这些情况,阿卡纳尼亚人和麦塞尼亚人的使节都来到了国王面前。 阿卡纳尼亚的使节恳求他入侵阿托利亚人的领土,既以此阻止多里马科斯对马其顿的进军,又可以毫无顾虑地袭击并蹂躏阿托利亚人的全境;而麦塞尼亚的使节则请求他予以救援,并说明由于季风已经稳定吹袭,一天之内便可完成从凯法利尼亚到麦塞尼亚的航渡。
§5.5.4διόπερ οἱ περὶ Γόργον τὸν Μεσσήνιον αἰφνίδιον καὶ πραγματικὴν ἐσομένην συνίστασαν τὴν ἐπὶ τὸν Λυκοῦργον ἐπίθεσιν.
因此,麦塞尼亚人戈尔戈斯一行人极力声称,对莱库古的袭击将会是突然且成效显著的。
§5.5.5οἱ δὲ περὶ τὸν Λεόντιον, τηροῦντες τὴν αὑτῶν ὑπόθεσιν, συνήργουν τοῖς περὶ τὸν Γόργον ἐκτενῶς, θεωροῦντες ὅτι συμβήσεται τὴν θερείαν εἰς τέλος ἄπρακτον γενέσθαι τῷ Φιλίππῳ.
然而,莱翁提乌斯及其同伙为了维持其阴谋,极力附和戈尔戈斯一行,因为他们看出,这样做的结果将使腓力在这个夏天的行动彻底徒劳无功。
πλεῦσαι μὲν γὰρ εἰς τὴν Μεσσηνίαν ῥᾴδιον ἦν, §5.5.6ἀναπλεῦσαι δʼ ἐκεῖθεν τῶν ἐτησίων ἐπεχόντων ἀδύνατον· §5.5.7ἐξ οὗ δῆλον ἦν ὡς ὁ μὲν Φίλιππος ἐν τῇ Μεσσηνίᾳ μετὰ τῆς δυνάμεως συγκλεισθεὶς ἀναγκασθήσεται τὸ λοιπὸν μέρος τοῦ θέρους ἄπρακτος μένειν, οἱ δʼ Αἰτωλοὶ τὴν Θετταλίαν καὶ τὴν Ἤπειρον ἐπιπορευόμενοι κατασύρουσι καὶ πορθοῦσι πᾶσαν ἀδεῶς.
因为乘船前往麦塞尼亚固然容易,但要在季风持续吹袭时从那里返航,则是完全不可能的;由此显而易见,腓力若与军队一同被困在麦塞尼亚,在夏天的余下时间里将不得不无所作为,而阿托利亚人则能横扫色萨利和伊庇鲁斯,毫无顾虑地肆意蹂躏和掠夺。
§5.5.8οὗτοι μὲν οὖν λυμεωνευόμενοι ταῦτα καὶ τοιαῦτα συνεβούλευον.
这帮家伙出于败坏大局的企图,提出了这些及类似的建议。
οἱ δὲ περὶ τὸν Ἄρατον συμπαρόντες τῆς ἐναντίας προέστασαν γνώμης.
然而,在场的阿拉托斯等人则坚持相反的意见。
§5.5.9δεῖν γὰρ ἔφασαν εἰς τὴν Αἰτωλίαν ποιεῖσθαι τὸν πλοῦν καὶ τούτων ἔχεσθαι τῶν πραγμάτων· ἐξεστρατευκότων γὰρ τῶν Αἰτωλῶν μετὰ Δωριμάχου κάλλιστον εἶναι καιρὸν ἐπελθεῖν καὶ πορθῆσαι τὴν Αἰτωλίαν.
因为他们主张应当乘船前往阿托利亚,并致力于那里的战事;因为由于阿托利亚人已随多里马科斯出征,现在正是入侵并蹂躏阿托利亚的极佳时机。
ὁ δὲ βασιλεύς, §5.5.10τὰ μὲν ἀπιστῶν ἤδη τοῖς περὶ τὸν Λεόντιον ἐκ τῆς περὶ τὴν πολιορκίαν ἐθελοκακήσεως, συναισθανόμενος δὲ καὶ ἐκ τοῦ περὶ τὸν πλοῦν αὐτῶν διαβουλίου τὴν κακοπραγμοσύνην, ἔκρινε χρῆσθαι τοῖς πράγμασι κατὰ τὴν Ἀράτου γνώμην.
而国王,一方面因莱翁提乌斯等人在此前围攻战中的蓄意怠工而对他们产生不信任,另一方面也从他们关于航线的商议中察觉到了其险恶用心,于是决定按照阿拉托斯的意见来处理事务。
§5.5.11διόπερ Ἐπηράτῳ μὲν ἔγραψε τῷ τῶν Ἀχαιῶν στρατηγῷ βοηθεῖν τοῖς Μεσσηνίοις, ἀναλαβόντι τοὺς Ἀχαιούς, αὐτὸς δʼ ἀναχθεὶς ἐκ τῆς Κεφαλληνίας παρῆν δευτεραῖος εἰς Λευκάδα μετὰ τοῦ στόλου νυκτός.
因此,他写信给阿凯亚人的将军埃佩拉托斯,命其率领阿凯亚人去增援麦塞尼亚人,而他自己则率舰队从凯法利尼亚启航,于次日夜间抵达莱夫卡斯。
§5.5.12εὐτρεπισάμενος δὲ τὰ περὶ τὸν Διόρυκτον, καὶ ταύτῃ διακομίσας τὰς ναῦς, ἐποιεῖτο τὸν ἀπόπλουν κατὰ τὸν Ἀμβρακικὸν καλούμενον κόλπον.
在准备好运河通道并由此运送船只之后,他便沿着所谓的安布拉基亚湾开始航行。
§5.5.13ὁ δὲ προειρημένος κόλπος ἐπὶ πολὺ προτείνων ἐκ τοῦ Σικελικοῦ πελάγους εἰς τοὺς μεσογαίους ἀνήκει τόπους τῆς Αἰτωλίας, καθάπερ καὶ πρότερον ἡμῖν εἴρηται.
正如我们此前所说,上述海湾自西西里海延伸至很远,一直通往阿托利亚的内陆地区。
§5.5.14διανύσας δὲ καὶ καθορμισθεὶς βραχὺ πρὸ ἡμέρας πρὸς τῇ καλουμένῃ Λιμναίᾳ, τοῖς μὲν στρατιώταις ἀριστοποιεῖσθαι παρήγγειλε καὶ τὸ πολὺ τῆς ἀποσκευῆς ἀποθεμένους εὐζώνους σφᾶς παρασκευάζειν πρὸς ἀναζυγήν, §5.5.15αὐτὸς δὲ τοὺς ὁδηγοὺς ἁθροίσας τά τε περὶ τοὺς τόπους καὶ τὰς παρακει
腓力穿过该湾,在黎明前不久于名为利姆奈亚的地方抛锚停泊,他命令士兵们吃早饭,并放下大部分行李,使自己轻装简行,准备出发;他自己则召集了向导,[询问]关于该地区的情况和相邻的……