Humanitext Reader

波利比奥斯 · 历史 §5.36.1-5.36.9

索西比乌斯的戒心与拘禁克里奥米尼的决定

第 400 段,共 1311 段 · 希腊语

内容简介

索西比乌斯因克里奥米尼对雇佣兵的巨大影响力而产生戒心,他曾让克里奥米尼参与其暗杀王室成员的阴谋。尽管国王怠惰,索西比乌斯仍说服朝廷先发制人地将克里奥米尼监禁。

§5.36.1τίαν.
原因。
καθʼ ὃν γὰρ καιρὸν ἐγίνοντο περὶ τὴν ἀναίρεσιν τοῦ Μάγα καὶ τῆς Βερενίκης, ἀγωνιῶντες μὴ διασφαλῶσι τῆς ἐπιβολῆς, καὶ μάλιστα διὰ τὴν Βερενίκης τόλμαν, ἠναγκάζοντο πάντας αἰκάλλειν τοὺς περὶ τὴν αὐλὴν καὶ πᾶσιν ὑπογράφειν ἐλπίδας, ἐὰν κατὰ λόγον αὐτοῖς χωρήσῃ τὰ πράγματα.
因为在他们着手除掉马加斯和贝雷尼切的时候,由于担心计划失败,特别是由于贝雷尼切的勇敢,他们不得不讨好宫廷周围的所有人,并向所有人暗示希望,只要事情能如他们所愿地进行。
§5.36.2τότε δὴ κατανοῶν ὁ Σωσίβιος τὸν Κλεομένην δεόμενον μὲν τῆς ἐκ τῶν βασιλέων ἐπικουρίας, ἔχοντα δὲ γνώμην καὶ πραγμάτων ἀληθινὴν ἔννοιαν, ὑπογράφων αὐτῷ μεγάλας ἐλπίδας ἅμα συμμετέδωκε τῆς ἐπιβολῆς.
正是在那时,索西比乌斯看出克里奥米尼一方面需要国王们的援助,另一方面又拥有智慧和对局势的真实理解,于是他在向克里奥米尼许下巨大希望的同时,也让他参与了这一计划。
§5.36.3θεωρῶν δʼ αὐτὸν ὁ Κλεομένης ἐξεπτοημένον καὶ μάλιστα δεδιότα τοὺς ξένους καὶ μισθοφόρους, θαρρεῖν παρεκάλει· τοὺς γὰρ μισθοφόρους βλάψειν μὲν αὐτὸν οὐδέν, ὠφελήσειν δʼ ὑπισχνεῖτο.
克里奥米尼见他极其恐慌,特别是害怕外籍军人和雇佣兵,便劝他安心;因为他承诺,雇佣兵不仅不会伤害他,反而会对他有所帮助。
§5.36.4μᾶλλον δʼ αὐτοῦ θαυμάσαντος τὴν ἐπαγγελίαν "οὐχ ὁρᾷσ" ἔφη "διότι σχεδὸν εἰς τρισχιλίους εἰσὶν ἀπὸ Πελοποννήσου ξένοι καὶ Κρῆτες εἰς χιλίους, οἷς ἐὰν νεύσωμεν ἡμεῖς μόνον, ἑτοίμως ὑπουργήσουσι πάντες;
见索西比乌斯对这一承诺更加感到惊异,克里奥米尼便说:“难道你看不见,有将近三千名来自伯罗奔尼撒的外籍军和大约一千名克里特人吗? 只要我们向他们示意,他们所有人都会随时效劳。
τούτων δὲ συστραφέντων, τίνας ἀγωνιᾷς;
当这些人团结在一起时,你还担心谁呢?
§5.36.5ἢ δῆλον" ἔφη "τοὺς ἀπὸ Συρίας καὶ Καρίας στρατιώτας;
难道显然,”他说,“是那些来自叙利亚和卡里亚的士兵吗?
" §5.36.6τότε μὲν οὖν ἡδέως ὁ Σωσίβιος ἀκούσας ταῦτα διπλασίως ἐπερρώσθη πρὸς τὴν κατὰ τῆς Βερενίκης πρᾶξιν· §5.36.7μετὰ δὲ ταῦτα θεωρῶν τὴν τοῦ βασιλέως ῥᾳθυμίαν, ἀεὶ τὸν λόγον ἀνενεοῦτο, καὶ πρὸ ὀφθαλμῶν τήν τε τοῦ Κλεομένους τόλμαν ἐλάμβανε καὶ τὴν τῶν ξένων πρὸς αὐτὸν εὔνοιαν.
” 当时,索西比乌斯听了这些话非常高兴,对除掉贝雷尼切的行动增添了双倍的信心;但在此之后,看到国王的怠惰,他便经常重新想起这些话,并且眼前不断浮现出克里奥米尼的胆识,以及外籍军对他的好感。
§5.36.8διὸ καὶ τότε μάλιστα παρέστησε τῷ τε βασιλεῖ καὶ τοῖς φίλοις ὁρμὴν οὗτος εἰς τὸ προκαταλαβέσθαι καὶ συγκλεῖσαι τὸν Κλεομένην.
因此,也正是在那时,此人极力促使国王和朋友们下定决心,先发制人地将克里奥米尼监禁起来。
§5.36.9πρὸς δὲ τὴν ἐπίνοιαν ταύτην
而对于这一想法……

词汇与语法注释

  1. §5.36.1τίαν — 与前一节(§5.35.13)末尾的“αἰ-”相连,构成“αἰτίαν”(原因)。由于底本换行原因导致单词被切分。
  2. §5.36.1ἀγωνιῶντες μὴ διασφαλῶσι τῆς ἐπιβολῆς — 由表示担忧、恐惧的分词 `ἀγωνιῶντες` 引导,`μὴ` 加上虚拟语气(`διασφαλῶσι`,不定过去时主动)构成“担心/唯恐……”的从句。此外,动词 `διασφάλλομαι` 支配属格(`τῆς ἐπιβολῆς`),意为“在企图上失败”。
  3. §5.36.2συμμετέδωκε τῆς ἐπιβολῆς — 动词 `συμμεταδίδωμι`(分享、使分担)支配与格(人,指 `αὐτῷ`)和属格(物,指 `τῆς ἐπιβολῆς`),意为“使他参与了这一计划”。
  4. §5.36.3τοὺς γὰρ μισθοφόρους βλάψειν μὲν αὐτὸν οὐδέν — 间接引语中的对格通格不定式结构。未来时主动不定式 `βλάψειν` 的主语是对格的 `τοὺς μισθοφόρους`,宾语是对格的 `αὐτὸν`(指索西比乌斯)。`οὐδέν` 作副词用,表示强烈的否定(“绝不”)。
  5. §5.36.4διότι — 虽然通常是表示原因的连词,但在波里比乌斯的文本中经常代替 `ὅτι` 使用,引导名词从句(“……这件事”),作为感官动词(`ὁρᾷς`)的宾语。

引用这一段

波利比奥斯, 历史 §5.36.1-5.36.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.36.1-5.36.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。