§5.34.1ὡς γὰρ θᾶττον Πτολεμαῖος ὁ κληθεὶς Φιλοπάτωρ, μεταλλάξαντος τοῦ πατρός, ἐπανελόμενος τὸν ἀδελφὸν Μάγαν καὶ τοὺς τούτῳ συνεργοῦντας παρέλαβε τὴν τῆς Αἰγύπτου δυναστείαν,
因为,号称“爱父者”的普托雷美在父亲去世后,一等除掉了他的兄弟马加斯及后者的同谋者,便接掌了埃及的统治权。
§5.34.2νομίσας τῶν μὲν οἰκείων φόβων ἀπολελύσθαι διʼ αὑτοῦ καὶ διὰ τῆς προειρημένης πράξεως, τῶν δʼ ἐκτὸς κινδύνων ἀπηλλάχθαι διὰ τὴν τύχην, Ἀντιγόνου μὲν καὶ Σελεύκου μετηλλαχότων, Ἀντιόχου δὲ καὶ Φιλίππου τῶν διαδεδεγμένων τὰς ἀρχὰς παντάπασι νέων καὶ μόνον οὐ παίδων ὑπαρχόντων,
他认为自己凭借自身努力和上述行动已从家族内部的担忧中解脱出来,又因命运而免除了外部的危险,因为安提柯与塞琉古已经相继去世,而继承王位的安提阿和腓力又都极其年轻,几乎还只是孩子。
§5.34.3καταπιστεύσας διὰ ταῦτα τοῖς παροῦσι καιροῖς, πανηγυρικώτερον διῆγε τὰ κατὰ τὴν ἀρχήν,
因此,他对眼前的局势深信不疑,便开始以更加流于享乐的方式来管理国家政务。
§5.34.4ἀνεπίστατον μὲν καὶ δυσέντευκτον αὑτὸν παρασκευάζων τοῖς περὶ τὴν αὐλὴν καὶ τοῖς ἄλλοις τοῖς τὰ κατὰ τὴν Αἴγυπτον χειρίζουσιν, ὀλίγωρον δὲ καὶ ῥᾴθυμον ὑποδεικνύων τοῖς ἐπὶ τῶν ἔξω πραγμάτων διατεταγμένοις,
对宫廷人员以及其他管理埃及内部事务的人表现得不理朝政、难以接近,对那些被委派负责国外事务的人则显得傲慢轻视、懈怠疏忽。
§5.34.5ὑπὲρ ὧν οἱ πρότερον οὐκ ἐλάττω, μείζω δʼ ἐποιοῦντο σπουδὴν ἢ περὶ τῆς κατʼ αὐτὴν τὴν Αἴγυπτον δυναστείας.
而关于这些国外事务,先王们所付出的关注不仅没有减少,反而比对埃及本土的统治还要多。
§5.34.6τοιγαροῦν ἐπέκειντο μὲν τοῖς τῆς Συρίας βασιλεῦσι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, Κοίλης Συρίας καὶ Κύπρου κυριεύοντες· §5.34.7παρέκειντο δὲ τοῖς κατὰ τὴν Ἀσίαν δυνάσταις, ὁμοίως δὲ καὶ ταῖς νήσοις, δεσπόζοντες τῶν ἐπιφανεστάτων πόλεων καὶ τόπων καὶ λιμένων κατὰ πᾶσαν τὴν παραλίαν ἀπὸ Παμφυλίας ἕως Ἑλλησπόντου καὶ τῶν κατὰ Λυσιμάχειαν τόπων· §5.34.8ἐφήδρευον δὲ τοῖς ἐν τῇ Θρᾴκῃ καὶ τοῖς ἐν Μακεδονίᾳ πράγμασι, τῶν κατʼ Αἶνον καὶ Μαρώνειαν καὶ πορρώτερον ἔτι πόλεων κυριεύοντες.
因此,先王们统治着柯里叙利亚和塞浦路斯,在陆路和海路上都对叙利亚的国王们施加极大的压力;他们还通过掌控从潘菲利亚到赫勒斯滂以及利西马基亚附近整个沿海地带最著名的城市、地区和港口,密切监视着亚洲的诸侯以及各岛屿;并且通过统治埃诺斯、马罗尼亚以及更遥远的城市,监视着色雷斯和马其顿的局势。
§5.34.9καὶ τῷ τοιούτῳ τρόπῳ μακρὰν ἐκτετακότες τὰς χεῖρας, καὶ προβεβλημένοι πρὸ αὑτῶν ἐκ πολλοῦ τὰς δυναστείας, οὐδέποτε περὶ τῆς κατʼ Αἴγυπτον ἠγωνίων ἀρχῆς.
通过这种方式,他们将双手伸展至远方,并在很久以前就将这些外领作为盾牌推在自己身前,因此他们从未对埃及内部的统治感到焦虑。
διὸ καὶ τὴν σπουδὴν εἰκότως μεγάλην ἐποιοῦντο περὶ τῶν ἔξω πραγμάτων.
由此,他们对国外事务自然给予了极大的关注。
§5.34.10ὁ δὲ προειρημένος βασιλεὺς ὀλιγώρως ἕκαστα τούτων χειρίζων διὰ τοὺς ἀπρεπεῖς ἔρωτας καὶ τὰς ἀλόγους καὶ συνεχεῖς μέθας, εἰκότως ἐν πάνυ βραχεῖ χρόνῳ καὶ τῆς ψυχῆς ἅμα καὶ τῆς ἀρχῆς ἐπιβούλους εὗρε καὶ πλείους, §5.34.11ὧν ἐγένετο πρῶτος Κλεομένης ὁ Σπαρτιάτης.
然而,前述的国王由于不体面的情事以及荒唐而持续的纵酒,懈怠地处理这一切事务,自然在极短的时间内,便发现有若干人阴谋反抗他的生命和统治,其中第一个人便是斯巴达的克里奥米尼。