§5.26.1μετὰ δὲ τὴν ταραχὴν ταύτην αἱ μὲν ἐν τῇ Φωκίδι προφανεῖσαι πράξεις ἐμποδισμούς τινας ἔσχον·
经历这次动乱后,在福基斯开始的军事行动遇到了一些阻碍。
οἱ δὲ περὶ τὸν Λεόντιον, §5.26.2ἀπεγνωκότες τὰς ἐν αὑτοῖς ἐλπίδας διὰ τὸ μηδὲν σφίσι προχωρεῖν τῶν ἐπινοουμένων, κατέφευγον ἐπὶ τὸν Ἀπελλῆν καὶ διαπεμπόμενοι συνεχῶς ἐκάλουν αὐτὸν ἐκ τῆς Χαλκίδος, ἀπολογιζόμενοι τὴν περὶ σφᾶς ἀπορίαν καὶ δυσχρηστίαν ἐκ τῆς πρὸς τὸν βασιλέα διαφορᾶς.
与此同时,莱昂提乌斯一伙人鉴于自己的计划均告失败,对自身的前景感到绝望,于是向阿佩莱斯求助,并不断派人送信,将他从哈尔基斯召来,陈述他们因与国王不和而陷入的困境与窘迫。
§5.26.3συνέβαινε δὲ τὸν Ἀπελλῆν πεποιῆσθαι τὴν ἐν τῇ Χαλκίδι διατριβὴν ἐξουσιαστικώτερον τοῦ καθήκοντος αὐτῷ·
此时,阿佩莱斯在哈尔基斯的逗留中,行使了超出其本分和应有界限的权威。
§5.26.4τὸν μὲν γὰρ βασιλέα, νέον ἔτι καὶ τὸ πλεῖον ὑφʼ αὑτὸν ὄντα καὶ μηδενὸς κύριον ἀπεδείκνυε, τὸν δὲ τῶν πραγμάτων χειρισμὸν καὶ τὴν τῶν ὅλων ἐξουσίαν εἰς αὑτὸν ἐπανῆγε.
因为他声称国王还年轻,大部分时间都受他控制,毫无自主权,而将日常政务的处理和一切大权都揽在自己身上。
§5.26.5διόπερ οἵ τʼ ἀπὸ Μακεδονίας καὶ Θετταλίας ἐπιστάται καὶ χειρισταὶ τὴν ἀναφορὰν ἐποιοῦντο πρὸς ἐκεῖνον, αἵ τε κατὰ τὴν Ἑλλάδα πόλεις ἐν τοῖς ψηφίσμασι καὶ τιμαῖς καὶ δωρεαῖς ἐπὶ βραχὺ μὲν ἐμνημόνευον τοῦ βασιλέως, τὸ δʼ ὅλον αὐτοῖς ἦν καὶ τὸ πᾶν Ἀπελλῆς.
因此,来自马其顿和色萨利的监察官和办事员都向他呈报工作,希腊各城邦在决议、授予荣誉和赠送礼物时,也只是顺带提及国王,对他们而言,阿佩莱斯才是一切。
§5.26.6ἐφʼ οἷς Φίλιππος πυνθανόμενος πάλαι μὲν ἐσχετλίαζε καὶ δυσχερῶς ἔφερε τὸ γινόμενον, ἅτε καὶ παρὰ πλευρὰν ὄντος Ἀράτου καὶ πραγματικῶς ἐξεργαζομένου τὴν ὑπόθεσιν·
腓力听到这些事,早已非常愤慨,难以容忍正在发生的事情,特别是由于阿拉图斯常伴其左右,并在实际事务中推波助澜。
ἀλλʼ ἐκαρτέρει καὶ πᾶσιν ἄδηλος ἦν ἐπὶ τί φέρεται καὶ ἐπὶ ποίας ὑπάρχει γνώμης.
但他仍保持隐忍,不让任何人察觉他的动向和真实意图。
§5.26.7ὁ δʼ Ἀπελλῆς, ἀγνοῶν τὰ καθʼ αὑτόν, πεπεισμένος δʼ, ἐὰν εἰς ὄψιν ἔλθῃ τῷ Φιλίππῳ, πάντα κατὰ τὴν ἑαυτοῦ γνώμην διοικήσειν, ὥρμησε τοῖς περὶ τὸν Λεόντιον ἐπικουρήσων ἐκ τῆς Χαλκίδος.
然而阿佩莱斯对自己的处境一无所知,深信只要见到腓力,就能按照自己的意愿处理一切事务,于是他从哈尔基斯出发,前去支援莱昂提乌斯一伙。
§5.26.8παραγενομένου δʼ εἰς τὴν Κόρινθον αὐτοῦ, μεγάλην σπουδὴν ἐποιοῦντο καὶ παρώξυνον τοὺς νέους εἰς τὴν ἀπάντησιν οἱ περὶ τὸν Λεόντιον καὶ Πτολεμαῖον καὶ Μεγαλέαν, ὄντες ἡγεμόνες τῶν τε πελταστῶν καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων συστημάτων.
当他抵达科林斯时,作为轻盾兵及其他显赫部队指挥官的莱昂提乌斯、普托莱米和梅加莱亚斯一伙,极力促成并煽动年轻士兵出城迎接他。
§5.26.9γενομένης δὲ τῆς εἰσόδου τραγικῆς διὰ τὸ πλῆθος τῶν ἀπαντησάντων ἡγεμόνων καὶ στρατιωτῶν, ἧκε πρὸς τὴν αὐλὴν ὁ προειρημένος εὐθέως ἐκ πορείας.
由于迎接他的将领和士兵人数众多,他的入城仪式极具戏剧性而显赫。 前述的阿佩莱斯在旅途结束后,便径直前往王宫。
§5.26.10βουλομένου δʼ αὐτοῦ κατὰ τὴν προγεγενημένην συνήθειαν εἰσιέναι, παρακατέσχε τις τῶν ῥαβδούχων κατὰ τὸ συντεταγμένον, φήσας οὐκ εὐκαίρως ἔχειν τὸν βασιλέα.
但当他想要按照往常的习惯入内时,一名护卫官按照事先得到的指令拦住了他,称国王现在不便会客。
§5.26.11ξενισθεὶς δὲ καὶ διαπορήσας ἐπὶ πολὺν χρόνον διὰ τὸ παράδοξον ὁ μὲν Ἀπελλῆς ἐπανῆγε διατετραμμένος, οἱ δὲ λοιποὶ παραχρῆμα πάντες ἀπέρρεον ἀπʼ αὐτοῦ προφανῶς, ὥστε τὸ τελευταῖον μόνον μετὰ τῶν ἰδίων παίδων εἰσελθεῖν εἰς τὴν αὑτοῦ κατάλυσιν.
阿佩莱斯对这一出乎意料的接待感到震惊,且困惑了许久,最后狼狈地退了回去。 而其余的所有人也都立即显而易见地与他拉开距离,以至于最终他只能在自己仆从的陪同下,独自回到了住所。
§5.26.12βραχεῖς γὰρ δὴ πάνυ καιροὶ πάντας μὲν ἀνθρώπους ὡς ἐπίπαν ὑψοῦσι καὶ πάλιν ταπεινοῦσι, μάλιστα δὲ τοὺς ἐν ταῖς βασιλείαις.
事实上,极其短暂的时刻通常就能决定所有人的起伏升降,而在宫廷中侍奉的人更是如此。
§5.26.13ὄντως γάρ εἰσιν οὗτοι παραπλήσιοι ταῖς ἐπὶ τῶν ἀβακίων ψήφοις· ἐκεῖναί τε γὰρ κατὰ τὴν τοῦ ψηφίζοντος βούλησιν ἄρτι χαλκοῦν καὶ παραυτίκα τάλαντον ἰσχύουσιν, οἵ τε περὶ τὰς αὐλὰς κατὰ τὸ τοῦ βασιλέως νεῦμα μακάριοι καὶ παρὰ πόδας ἐλεεινοὶ γίνονται.
因为这些人确实就像算盘上的算珠:根据算账人的意愿,它们时而只值一枚铜钱,转瞬之间又值一塔兰同;而宫廷中的人,也因国王的一个眼神,时而幸福,转瞬之间又变得可怜。
§5.26.14ὁ δὲ Μεγαλέας, ὁρῶν παρὰ δόξαν ἐκβαίνουσαν αὑτοῖς τὴν ἐπικουρίαν τὴν κατὰ τὸν Ἀπελλῆν, φόβου πλήρης ἦν καὶ περὶ δρασμὸν ἐγένετο.
梅加莱亚斯看到他们对阿佩莱斯寄予的援助希望落空,内心充满恐惧,开始谋划逃跑。
§5.26.15ὁ δʼ Ἀπελλῆς ἐπὶ μὲν τὰς συνουσίας καὶ τοιαῦτα τῶν τιμῶν παρελαμβάνετο, τῶν δὲ διαβουλίων καὶ τῆς μεθʼ ἡμέραν συμπεριφορᾶς οὐ μετεῖχε.
阿佩莱斯虽然仍被邀请参加宴会和获得类似的体面待遇,但不再参与核心咨询以及日常的相伴。
§5.26.16ταῖς δʼ ἑξῆς ἡμέραις ὁ βασιλεὺς ἐπὶ τὰς κατὰ τὴν Φωκίδα πράξεις πάλιν ἐκ τοῦ Λεχαίου ποιούμενος τὸν πλοῦν ἐπεσπάσατο τὸν Ἀπελλῆν.
在接下来的几天里,国王为了福基斯的事务,再次从莱哈翁乘船出发,并带上了阿佩莱斯。
διαπεσούσης δʼ αὐτῷ τῆς ἐπιβολῆς, οὗτος μὲν αὖτις ἐξ
但当他的企图落空时,此人再次从……