§5.27.1Ἐλατείας ἀνέστρεφε, κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ Μεγαλέας εἰς τὰς Ἀθήνας ἀπεχώρησε, καταλιπὼν τὸν Λεόντιον ἐν ἐγγύῃ τῶν εἴκοσι ταλάντων.
从埃拉提亚折返。 此时,梅加莱亚斯逃往雅典,留下莱昂提乌斯作为二十塔兰同的担保人。
§5.27.2τῶν δʼ ἐν ταῖς Ἀθήναις στρατηγῶν οὐ προσδεξαμένων αὐτόν, μετῆλθε πάλιν εἰς τὰς Θήβας.
但由于雅典的将军们不愿接纳他,他便折返回到底比斯。
§5.27.3ὁ δὲ βασιλεὺς ἀναχθεὶς ἐκ τῶν κατὰ Κίρραν τόπων κατέπλευσε μετὰ τῶν ὑπασπιστῶν εἰς τὸν τῶν Σικυωνίων λιμένα, κἀκεῖθεν ἀναβὰς εἰς τὴν πόλιν τοὺς μὲν ἄρχοντας παρῃτήσατο, παρὰ δʼ Ἄρατον καταλύσας μετὰ τούτου τὴν πᾶσαν ἐποιεῖτο διαγωγήν, τῷ δʼ Ἀπελλῇ συνέταξε πλεῖν εἰς Κόρινθον.
国王则从基拉附近的海域启航,与近卫军一同驶入西锡安的港口。 他从那里上到城里,婉言谢绝了官员们的招待,而在阿拉图斯家中留宿,并与他共度了全部时光,同时命令阿佩莱斯乘船前往科林斯。
§5.27.4προσπεσόντων δὲ τῶν κατὰ τὸν Μεγαλέαν αὐτῷ, τοὺς μὲν πελταστάς, ὧν ἡγεῖτο Λεόντιος, εἰς τὴν Τριφυλίαν ἐξαπέστειλε μετὰ Ταυρίωνος, ὥς τινος χρείας κατεπειγούσης, τούτων δʼ ἀφορμησάντων, ἀπαγαγεῖν ἐκέλευσε τὸν Λεόντιον πρὸς τὴν ἀναδοχήν.
腓力得知了关于梅加莱亚斯的消息后,便以某项紧急事务为借口,派莱昂提乌斯所指挥的轻盾兵与塔乌里翁一同前往特里菲利亚。 待他们出发后,国王下令将莱昂提乌斯因担保之事逮捕收押。
§5.27.5συνέντες δʼ οἱ πελτασταὶ τὸ γεγονός, διαπεμψαμένου τινὰ πρὸς αὐτοὺς τοῦ Λεοντίου, πρεσβευτὰς ἐξαπέστειλαν πρὸς τὸν βασιλέα, παρακαλοῦντες, εἰ μὲν πρὸς ἄλλο τι πεποίηται τὴν ἀπαγωγὴν τοῦ Λεοντίου, μὴ χωρὶς αὑτῶν ποιήσασθαι τὴν ὑπὲρ τῶν ἐγκαλουμένων κρίσιν, §5.27.6εἰ δὲ μή, ὅτι νομιοῦσι μεγαλείως παρολιγωρεῖσθαι καὶ καταγινώσκεσθαι πάντες — εἶχον γὰρ ἀεὶ τὴν τοιαύτην ἰσηγορίαν Μακεδόνες πρὸς τοὺς βασιλεῖς — §5.27.7εἰ δὲ πρὸς τὴν ἐγγύην τοῦ Μεγαλέου, διότι τὰ χρήματα κατὰ κοινὸν εἰσενέγκαντες ἐκτίσουσιν αὐτοί.
轻盾兵们因莱昂提乌斯派人给他们送信,从而得知了所发生的事情,便向国王派遣使者,恳求他:如果逮捕莱昂提乌斯是出于其他原因,请不要在他们不在场的情况下对被告进行审判;否则,他们将认为自己全体受到了极大的轻视与谴责——因为马其顿人对他们的国王一向拥有这种直言不讳的权利—— 如果是由于梅加莱亚斯的担保问题,他们将共同集资来偿还这笔钱。
§5.27.8τὸν μὲν οὖν Λεόντιον ὁ βασιλεὺς παροξυνθεὶς θᾶττον ἢ προέθετο διὰ τὴν τῶν πελταστῶν
于是,国王因轻盾兵们的(请愿)而比原计划更快地被激怒,将莱昂提乌斯……