§5.24.1ἤδη δὲ τῆς ὥρας συναγούσης, ἀπαναγκαζόμενος αὐτοῦ στρατοπεδεύειν, περὶ τὴν ἐκ τῶν στενῶν ἔξοδον ἐχρήσατο στρατοπεδείᾳ,
随着夜色渐近,他不得不当场驻军,并在走出狭谷的出口附近设营。
§5.24.2κατὰ σύμπτωμα τῶν ἡγεμόνων περιβαλομένων τοιοῦτον τόπον οἷον οὐκ ἂν ἄλλον τις εὕροι βουλόμενος εἰς τὴν χώραν τῆς Λακωνικῆς παρʼ αὐτὴν τὴν πόλιν ποιεῖσθαι τὴν εἰσβολήν.
碰巧由于他的军官们占据了这样一个地方,任何想要紧挨着城市本身入侵拉科尼卡领土的人,都无法找到另一个比这更好的地方。
§5.24.3ἔστι γὰρ ἐπὶ τῆς ἀρχῆς τῶν προειρημένων στενῶν, ὅταν ἀπὸ τῆς Τεγέας ἢ καθόλου τῆς μεσογαίου παραγινόμενος ἐγγίζῃ τις τῇ Λακεδαίμονι, τόπος ἀπέχων μὲν τῆς πόλεως δύο μάλιστα σταδίους, ἐπʼ αὐτοῦ δὲ κείμενος τοῦ ποταμοῦ.
因为在前述狭谷的起点,当人们从特革亚或通常从内陆前来逼近拉刻代蒙时,有一个地方距离城市大约两斯塔德,正好坐落在河流本身之上。
§5.24.4τούτου δὲ συμβαίνει τὴν μὲν ἐπὶ τὴν πόλιν καὶ τὸν ποταμὸν βλέπουσαν πλευρὰν περιέχεσθαι πᾶσαν ἀπορρῶγι μεγάλῃ καὶ παντελῶς ἀπροσίτῳ· τὸ δʼ ἐπὶ τοῖς κρημνοῖς τούτοις χωρίον ἐπίπεδόν ἐστι καὶ γεῶδες καὶ κάθυγρον, ἅμα δὲ καὶ πρὸς τὰς εἰσαγωγὰς καὶ τὰς ἐξαγωγὰς τῶν δυνάμεων εὐφυῶς κείμενον, §5.24.5ὥστε τὸν στρατοπεδεύσαντα ἐν αὐτῷ καὶ κατασχόντα τὸν ὑπερκείμενον λόφον δοκεῖν μὲν ἐν ἀσφαλεῖ στρατοπεδεύειν διὰ τὴν παράθεσιν τῆς πόλεως, στρατοπεδεύειν δʼ ἐν καλλίστῳ, κρατοῦντα τῆς εἰσόδου καὶ τῆς διόδου τῶν στενῶν.
而这个地方朝向城市和河流的一面,碰巧完全被高大且根本无法逾越的悬崖所环绕;而这些悬崖之上的土地则是平坦、多土且湿润的,同时也非常便利于军队的进出,以至于任何人若在此设营并占领上方高耸的丘陵,一方面,由于紧邻城市,他看起来是在安全地驻扎,另一方面,他也驻扎在一个极佳的位置,因为他控制了狭谷的入口和通道。
§5.24.6πλὴν ὅ γε Φίλιππος, καταστρατοπεδεύσας ἐν τούτῳ μετʼ ἀσφαλείας, τῇ κατὰ πόδας ἡμέρᾳ τὴν μὲν ἀποσκευὴν προαπέστειλε, τὴν δὲ δύναμιν ἐξέταξεν ἐν τοῖς ἐπιπέδοις εὐσύνοπτον τοῖς ἐκ τῆς πόλεως.
无论如何,腓力在此安全设营后,在第二天将行李辎重先行送出,并把军队部署在平地上,让城内的人看得清清楚楚。
§5.24.7χρόνον μὲν οὖν τινα βραχὺν ἔμεινε, μετὰ δὲ ταῦτα κλίνας ἐπὶ κέρας ἦγε ποιούμενος τὴν πορείαν ὡς ἐπὶ Τεγέαν.
于是他在此停留了片刻,随后整队转为纵队,带领部队朝特革亚方向进军。
§5.24.8συνάψας δὲ τοῖς τόποις ἐν οἷς Ἀντίγονος καὶ Κλεομένης συνεστήσαντο τὸν κίνδυνον, αὐτοῦ κατεστρατοπέδευσε.
当他到达安提柯与克里昂米尼交战的地点时,就在那里驻扎下来。
§5.24.9τῇ δʼ ἑξῆς θεασάμενος τοὺς τόπους καὶ θύσας τοῖς θεοῖς ἐφʼ ἑκατέρου τῶν λόφων, ὧν ὁ μὲν Ὄλυμπος, ὁ δʼ Εὔας καλεῖται, μετὰ ταῦτα προῆγε, στερροποιησάμενος τὴν οὐραγίαν.
第二天,他察看了地势,并在两座山丘(一座叫奥林匹斯,另一座叫埃瓦)上分别为神明献祭,随后加强了后卫部队,继续前行。
§5.24.10ἀφικόμενος δʼ εἰς Τεγέαν καὶ λαφυροπωλήσας πᾶσαν τὴν λείαν, καὶ μετὰ ταῦτα ποιησάμενος διʼ Ἄργους τὴν πορείαν, ἧκε μετὰ τῆς δυνάμεως εἰς Κόρινθον.
到达特革亚后,他拍卖了所有的战利品,随后取道阿耳戈斯,率军抵达科林斯。
§5.24.11παρόντων δὲ πρεσβευτῶν παρά τε Ῥοδίων καὶ Χίων περὶ διαλύσεως τοῦ πολέμου, χρηματίσας τούτοις καὶ συνυποκριθεὶς καὶ φήσας ἕτοιμος εἶναι διαλύεσθαι καὶ νῦν καὶ πάλαι πρὸς Αἰτωλούς, τούτους μὲν ἐξέπεμπε, διαλέγεσθαι κελεύσας καὶ τοῖς Αἰτωλοῖς περὶ τῆς διαλύσεως,
由于来自罗得岛和希奥斯的使节正在此地斡旋以终止战争,腓力与他们进行了会谈,并假意迎合,声称自己无论现在还是过去都随时准备好与埃托利亚人和解;于是他打发他们回去,并叮嘱他们也去与埃托利亚人商讨和解事宜。
§5.24.12αὐτὸς δὲ καταβὰς εἰς τὸ Λέχαιον ἐγίνετο περὶ πλοῦν, ἔχων τινὰς πράξεις ὁλοσχερεστέρας ἐν τοῖς περὶ Φωκίδα τόποις.
而他自己则下到莱哈翁,准备乘船起航,因为他在福基斯地区还有一些更为重大的军事行动要付诸实施。