§5.21.1Λυκοῦργος δὲ διαταξάμενος περὶ τοῦ μέλλοντος κινδύνου τοῖς ἡγεμόσι καὶ τοῖς φίλοις, αὐτὸς μὲν ἐξελθὼν ἐκ τῆς πόλεως κατελάβετο τοὺς περὶ τὸ Μενελάιον τόπους, ἔχων τοὺς πάντας οὐκ ἐλάττους δισχιλίων,
吕库尔戈斯与军官及朋友们就即将到来的战斗作了安排,他自己出城占领了梅内莱翁周围的地区,率领的总人数不少于二千。
§5.21.2τοῖς δʼ ἐν τῇ πόλει συνέθετο προσέχειν τὸν νοῦν, ἵνʼ ὅταν αὐτοῖς αἴρῃ τὸ σύνθημα, σπουδῇ κατὰ πλείους τόπους ἐξαγαγόντες πρὸ τῆς πόλεως τὴν δύναμιν ἐκτάττωσι, βλέπουσαν ἐπὶ τὸν Εὐρώταν, καθʼ ὃν ἐλάχιστον τόπον ἀπέχει τῆς πόλεως ὁ ποταμός.
他与城内的人约定要注意,以便在他向他们发出信号时,他们能迅速从多个地点将军队带出城外,并在城前排开,面向欧罗塔斯河,即该河距离城市最近的地点。
§5.21.3τὰ μὲν οὖν περὶ τὸν Λυκοῦργον καὶ τοὺς Λακεδαιμονίους ἐν τούτοις ἦν.
吕库尔戈斯和拉刻代蒙人的准备情况便是如此。
§5.21.4ἵνα δὲ μὴ τῶν τόπων ἀγνοουμένων ἀνυπότακτα καὶ κωφὰ γίνηται τὰ λεγόμενα, συνυποδεικτέον ἂν εἴη τὴν φύσιν καὶ τάξιν αὐτῶν,
但为了不因对地点的无知而使所说的话变得杂乱无章和难以理解,我们应该同时指明它们的性质和布局。
§5.21.5ὃ δὴ καὶ παρʼ ὅλην τὴν πραγματείαν πειρώμεθα ποιεῖν, συνάπτοντες καὶ συνοικειοῦντες ἀεὶ τοὺς ἀγνοουμένους τῶν τόπων τοῖς γνωριζομένοις καὶ παραδιδομένοις.
这也正是我在整部著作中试图做的事情,即总是将未知的地点与那些已知的、世代相传的地点联系并结合起来。
§5.21.6ἐπεὶ γὰρ τῶν κατὰ πόλεμον κινδύνων τοὺς πλείους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν σφάλλουσιν αἱ τῶν τόπων διαφοραί, βουλόμεθα δὲ πάντες οὐχ οὕτως τὸ γεγονὸς ὡς τὸ πῶς ἐγένετο γινώσκειν,
因为在战争的危险中,无论是在陆上还是在海上,绝大多数行动的失败都是由于地形的差异造成的,而且我们所有人都不仅想知道发生了什么,更想知道它是如何发生的。
§5.21.7οὐ παρολιγωρητέον τῆς τῶν τόπων ὑπογραφῆς ἐν οὐδʼ ὁποίᾳ μὲν τῶν πράξεων, ἥκιστα δʼ ἐν ταῖς πολεμικαῖς, οὐδʼ ὀκνητέον ποτὲ μὲν λιμέσι καὶ πελάγεσι καὶ νήσοις συγχρῆσθαι σημείοις, ποτὲ δὲ πάλιν ἱεροῖς, ὄρεσι, §5.21.8χώραις ἐπωνύμοις, τὸ δὲ τελευταῖον ταῖς ἐκ τοῦ περιέχοντος διαφοραῖς, ἐπειδὴ κοινόταται πᾶσιν ἀνθρώποις εἰσὶν αὗται·
因此,在任何行动的记述中都不应忽视对地点的描绘,尤其是在军事行动中,也不应犹豫于有时利用港口、海洋和岛屿作为地标,有时又利用神殿、山脉、享有专名的土地,以及最后由周围天空所产生的区域差异,因为这些对全人类来说是最普遍的。
§5.21.9μόνως γὰρ οὕτως δυνατὸν εἰς ἔννοιαν ἀγαγεῖν τῶν ἀγνοουμένων τοὺς ἀκούοντας, καθάπερ καὶ πρότερον εἰρήκαμεν.
正如我们先前所说,因为只有这样,才能将听众引向对未知事物的理解。
§5.21.10ἔστι δʼ ἡ τῶν τόπων φύσις τοιαύτη [ὑπὲρ ὧν νῦν δὴ ὁ λό
而我们现在正在谈论的这些地方的性质是这样的……