§5.105.1ὁ μὲν οὖν Ἀγέλαος τοιαῦτα διαλεχθεὶς πάντας μὲν παρώρμησε τοὺς συμμάχους πρὸς τὰς διαλύσεις, μάλιστα δὲ τὸν Φίλιππον, οἰκείοις χρησάμενος λόγοις πρὸς τὴν ὁρμὴν αὐτοῦ τὴν ἤδη προκατεσκευασμένην ὑπὸ τῶν τοῦ Δημητρίου παραινέσεων.
阿格劳斯通过这番话,促使所有的同盟国,尤其是腓力去达成和解。 他所使用的言辞,恰好迎合了德米特里先前的劝告在腓力心中已经唤起的冲动。
§5.105.2διόπερ ἀνθομολογησάμενοι πρὸς σφᾶς ὑπὲρ τῶν κατὰ μέρος, καὶ κυρώσαντες τὰς διαλύσεις, ἐχωρίσθησαν, κατάγοντες εἰς τὰς οἰκείας ἕκαστοι πατρίδας εἰρήνην ἀντὶ πολέμου.
因此,他们在具体细节上互相同意并批准了和解协议后,便各自散去,每人都为自己的祖国带回了和平,而非战争。
§5.105.3ταῦτα δὲ πάντα συνέβη γενέσθαι κατὰ τὸν τρίτον ἐνιαυτὸν τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος, λέγω δὲ τὴν τῶν Ῥωμαίων περὶ Τυρρηνίαν μάχην καὶ τὴν Ἀντιόχου περὶ Κοίλην Συρίαν, ἔτι δὲ τὰς Ἀχαιῶν καὶ Φιλίππου πρὸς Αἰτωλοὺς διαλύσεις.
所有这些事件都发生在第百四十届奥林匹亚德的第三年。 我指的是罗马人在第勒尼安的战役、安条克在柯里叙利亚的战役,以及阿开亚人和腓力与埃托利亚人的和解。
τὰς μὲν οὖν Ἑλληνικὰς καὶ τὰς Ἰταλικάς, §5.105.4ἔτι δὲ τὰς Λιβυκὰς πράξεις, οὗτος ὁ καιρὸς καὶ τοῦτο τὸ διαβούλιον συνέπλεξε πρῶτον·
因此,希腊和意大利,以及利比亚的事务,首次被这一时机和这次会议交织在了一起。
§5.105.5οὐ γὰρ ἔτι Φίλιππος οὐδʼ οἱ τῶν Ἑλλήνων προεστῶτες ἄρχοντες πρὸς τὰς κατὰ τὴν Ἑλλάδα πράξεις ποιούμενοι τὰς ἀναφορὰς οὔτε τοὺς πολέμους οὔτε τὰς διαλύσεις ἐποιοῦντο πρὸς ἀλλήλους, ἀλλʼ ἤδη πάντες πρὸς τοὺς ἐν Ἰταλίᾳ σκοποὺς ἀπέβλεπον.
因为腓力和希腊的领袖们此后在互相开战或媾和时,不再以希腊内部的事务为考量标准,而是所有人现在都将目光投向了意大利的局势。
§5.105.6ταχέως δὲ καὶ πρὸς τοὺς νησιώτας καὶ τοὺς τὴν Ἀσίαν κατοικοῦντας τὸ παραπλήσιον συνέβη γενέσθαι·
很快,对于岛屿居民和居住在亚洲的人们来说,也发生了类似的情况。
§5.105.7καὶ γὰρ οἱ Φιλίππῳ δυσαρεστούμενοι καί τινες τῶν Ἀττάλῳ διαφερομένων οὐκέτι πρὸς Ἀντίοχον καὶ Πτολεμαῖον οὐδὲ πρὸς μεσημβρίαν καὶ τὰς ἀνατολὰς ἔνευον, ἀλλʼ ἐπὶ τὴν ἑσπέραν ἀπὸ τούτων τῶν καιρῶν ἔβλεπον, καὶ τινὲς μὲν πρὸς Καρχηδονίους, οἱ δὲ πρὸς Ῥωμαίους ἐπρέσβευον, §5.105.8ὁμοίως δὲ καὶ Ῥωμαῖοι πρὸς τοὺς Ἕλληνας, δεδιότες τὴν τοῦ Φιλίππου τόλμαν καὶ προορώμενοι μὴ συνεπίθηται τοῖς τότε περιεστῶσιν αὐτοὺς καιροῖς.
因为那些对腓力不满的人,以及一些与阿塔罗斯有分歧的人,不再倾向于安条克和托勒密,也不再看向南方和东方,而是自此时起转向西方,有的人向迦太基人派遣使节,有的人则向罗马人派遣使节;同样地,罗马人也将注意力投向了希腊人,因为他们害怕腓力的胆大妄为,并预料到他可能会乘着当时包围着他们的危机袭来。
§5.105.9ἡμεῖς δʼ ἐπειδὴ κατὰ τὴν ἐξ ἀρχῆς ὑπόσχεσιν σαφῶς, οἶμαι, δεδείχαμεν πότε καὶ πῶς καὶ διʼ ἃς αἰτίας αἱ κατὰ τὴν Ἑλλάδα πράξεις συνεπλάκησαν ταῖς Ἰταλικαῖς καὶ Λιβυκαῖς, §5.105.10λοιπὸν κατὰ τὸ συνεχὲς ποιησάμενοι τὴν διήγησιν ὑπὲρ τῶν Ἑλληνικῶν ἕως εἰς τοὺς καιρούς, ἐν οἷς Ῥωμαῖοι τὴν περὶ Κάνναν μάχην ἡττήθησαν, ἐφʼ ἣν τῶν Ἰταλικῶν πράξεων τὴν καταστροφὴν ἐποιησάμεθα, καὶ ταύτην τὴν βύβλον ἀφοριοῦμεν, ἐξισώσαντες τοῖς προειρημένοις καιροῖς.
由于我已经按照最初的承诺,清楚地(我认为)表明了希腊的事务是在何时、如何以及因何原因与意大利和利比亚的事务交织在一起的,接下来的任务便是连续不断地叙述希腊的历史,直到罗马人在坎尼战役中惨败的那个时期(我们已经在那里结束了对意大利事务的叙述),在与上述时期相吻合后,给这一卷画上句号。