§5.107.1εστώτων ἀκρισίαν.
[领导]者们的无判断力。
Πτολεμαίῳ γε μὴν εὐθέως ἀπὸ τούτων τῶν καιρῶν συνέβαινε γίνεσθαι τὸν πρὸς τοὺς Αἰγυπτίους πόλεμον.
然而,对于托勒密而言,正是从这时起,直截了当地爆发了针对埃及人的战争。
§5.107.2ὁ γὰρ προειρημένος βασιλεὺς καθοπλίσας τοὺς Αἰγυπτίους ἐπὶ τὸν πρὸς Ἀντίοχον πόλεμον πρὸς μὲν τὸ παρὸν ἐνδεχομένως ἐβουλεύσατο, τοῦ δὲ μέλλοντος ἠστόχησε·
因为前述的国王为了针对安条克的战争而武装了埃及人,虽然在当时做出了适当的权宜之计,但在长远来看却失策了。
§5.107.3φρονηματισθέντες γὰρ ἐκ τοῦ περὶ Ῥαφίαν προτερήματος, οὐκέτι τὸ προσταττόμενον οἷοί τʼ ἦσαν ὑπομένειν, ἀλλʼ ἐζήτουν ἡγεμόνα καὶ πρόσωπον, ὡς ἱκανοὶ βοηθεῖν ὄντες αὑτοῖς.
因为他们因拉菲亚战役的胜利而意气风发,不再能够忍受被命令,而是寻求一位领袖和代理人,认为自己有能力自立。
ὃ καὶ τέλος ἐποίησαν οὐ μετὰ πολὺν χρόνον.
而不久之后,他们确实最终这样做了。
§5.107.4Ἀντίοχος δὲ μεγάλῃ παρασκευῇ χρησάμενος ἐν τῷ χειμῶνι, μετὰ ταῦτα τῆς θερείας ἐπιγενομένης ὑπερέβαλε τὸν Ταῦρον, καὶ συνθέμενος πρὸς Ἄτταλον τὸν βασιλέα κοινοπραγίαν ἐνίστατο τὸν πρὸς Ἀχαιὸν πόλεμον.
而安条克在冬季做了庞大的准备,此后当夏季到来时,他越过了托罗斯山脉,并与阿塔罗斯国王达成共同行动的协议,开始进行针对阿开奥斯的战争。
§5.107.5Αἰτωλοὶ δὲ παραυτὰ μὲν εὐδοκοῦντες τῇ γενομένῃ διαλύσει πρὸς τοὺς Ἀχαιούς, ὡς ἂν μὴ κατὰ γνώμην αὐτοῖς τοῦ πολέμου προκεχωρηκότος — διὸ καὶ στρατηγὸν Ἀγέλαον εἵλοντο τὸν Ναυπάκτιον, δοκοῦντα πλεῖστα συμβεβλῆσθαι πρὸς τὰς διαλύσεις — §5.107.6οὐδένα χρόνον διαλιπόντες δυσηρέστουν καὶ κατεμέμφοντο τὸν Ἀγέλαον ὡς ὑποτετμημένον πάσας αὐτῶν τὰς ἔξωθεν ὠφελείας καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας, διὰ τὸ μὴ πρὸς τινάς, πρὸς πάντας δὲ τοὺς Ἕλληνας πεποιῆσθαι τὴν εἰρήνην.
另一方面,埃托利亚人虽然当时对与阿开亚人达成的和解感到满意,因为战争并没有按照他们的意愿进行——为此他们也选举了诺帕克特斯的阿格劳斯为将军,他被认为对实现和解做出了最大贡献—— 没过多久,他们便心怀不满,并指责阿格劳斯,说他因为不是与某些人,而是与所有的希腊人缔结了和平,从而斩断了他们所有外部的利益和未来的希望。
§5.107.7ὁ δὲ προειρημένος ἀνὴρ ὑποφέρων τὴν προειρημένην τοιαύτην ἀλογίαν καὶ μέμψιν παρακατεῖχε τὰς ὁρμὰς αὐτῶν· διὸ καὶ καρτερεῖν οὗτοι μὲν ἠναγκάζοντο παρὰ φύσιν.
然而前述的那位男子承受着上述这种不合理的非难,克制住了他们的冲动;因此,他们被迫违反天性地忍耐着。