§5.103.1αὖθις ἀναπλέων.
再次乘船返回。
ἤδη δὲ καὶ τῶν συνέδρων ἡθροισμένων, ἐξέπεμψε πρὸς τοὺς Αἰτωλοὺς Ἄρατον καὶ Ταυρίωνα καί τινας τῶν ἡκόντων ἅμα τούτοις.
既然同盟国的代表也已集结完毕,他便派遣阿拉图斯和陶里翁,以及与他们一同到来的若干代表,前往埃托利亚人那里。
§5.103.2οἳ καὶ συμμίξαντες τοῖς Αἰτωλοῖς πανδημεὶ συνηθροισμένοις ἐν Ναυπάκτῳ, βραχέα διαλεχθέντες καὶ θεωροῦντες αὐτῶν τὴν ὁρμὴν τὴν πρὸς τὰς διαλύσεις, ἔπλεον ἐξ ὑποστροφῆς πρὸς τὸν Φίλιππον χάριν τοῦ διασαφῆσαι περὶ τούτων.
他们与在纳乌帕克托斯全员集结的埃托利亚人相会,进行了简短的交谈,在察觉到对方对于和解的热切渴望后,便立即乘船返回腓力处,以向他说明这些情况。
§5.103.3οἱ δʼ Αἰτωλοί, σπεύδοντες διαλύσασθαι τὸν πόλεμον, ἐξαπέστελλον ἅμα τούτοις πρέσβεις πρὸς τὸν Φίλιππον, ἀξιοῦντες παραγενέσθαι μετὰ τῆς δυνάμεως πρὸς σφᾶς, ἵνα τῆς κοινολογίας ἐκ χειρὸς γινομένης τύχῃ τὰ πράγματα τῆς ἁρμοζούσης διεξαγωγῆς.
而埃托利亚人急于结束战争,便与他们一同向腓力派遣了使节,请求他率领军队来到他们身边,以便通过面对面的商谈使各项事务得到妥善的处理。
§5.103.4ὁ δὲ βασιλεὺς παρορμηθεὶς τοῖς παρακαλουμένοις διέπλευσε μετὰ τῆς δυνάμεως πρὸς τὰ λεγόμενα Κοῖλα τῆς Ναυπακτίας, ἃ τῆς πόλεως εἴκοσι μάλιστα σταδίους ἀφέστηκε·
国王在这些请求的推动下,率领军队乘船渡海前往纳乌帕克托斯境内被称为科伊拉的地方,该地距离城市大约二十斯塔德。
§5.103.5στρατοπεδεύσας δὲ καὶ περιλαβὼν χάρακι τὰς νῆας καὶ τὴν παρεμβολήν, ἔμενε προσανέχων τὸν καιρὸν τῆς ἐντεύξεως.
他在那里安营扎寨,用栅栏将船只和营地围起,留在该处等待会面的时机。
§5.103.6οἱ δʼ Αἰτωλοὶ χωρὶς τῶν ὅπλων ἧκον πανδημεί, καὶ διασχόντες ὡς δύο στάδια τῆς Φιλίππου παρεμβολῆς διεπέμποντο καὶ διελέγοντο περὶ τῶν ἐνεστώτων.
埃托利亚人则不带武器全员前来,在距离腓力营地约两斯塔德的地方停下,通过派遣使者往来,就当前的事情进行商讨。
§5.103.7τὸ μὲν οὖν πρῶτον ὁ βασιλεὺς πάντας ἐξέπεμπε τοὺς ἥκοντας παρὰ τῶν συμμάχων, κελεύσας ἐπὶ τούτοις προτείνειν τὴν εἰρήνην τοῖς Αἰτωλοῖς, ὥστʼ ἔχειν ἀμφοτέρους ἃ νῦν ἔχουσι·
起初,国王派出了所有来自同盟国的代表,命令他们以此为基础向埃托利亚人提出和平协议,即双方各自保留目前所占有的东西。
§5.103.8δεξαμένων δὲ τῶν Αἰτωλῶν ἑτοίμως, τὸ λοιπὸν ἤδη περὶ τῶν κατὰ μέρος συνεχεῖς ἐγίνοντο διαποστολαὶ πρὸς ἀλλήλους, ὧν τὰς μὲν πλείους παρήσομεν διὰ τὸ μηδὲν ἔχειν ἄξιον μνήμης,
由于埃托利亚人爽快地接受了这一提议,此后双方开始就具体细节频繁地互派使者。
§5.103.9τῆς δʼ Ἀγελάου τοῦ Ναυπακτίου παραινέσεως ποιησόμεθα μνήμην, ᾗ κατὰ τὴν πρώτην ἔντευξιν ἐχρήσατο πρός τε τὸν
对于其中大部分细节,因无甚值得记载之处,我们将予以略过,但我们将对纳乌帕克托斯人阿格劳斯的劝告予以记载,这是他在第一次会面时,对国王和