§4.10.1ὁ δʼ Ἄρατος ἐπιμείνας δύʼ ἡμέρας, καὶ πιστεύσας εὐήθως ὅτι ποιήσονται τὴν ἐπάνοδον, καθάπερ ὑπεδείκνυσαν, τοὺς μὲν λοιποὺς Ἀχαιοὺς καὶ τοὺς Λακεδαιμονίους διαφῆκε πάντας εἰς τὴν οἰκείαν, §4.10.2τρισχιλίους δʼ ἔχων πεζοὺς καὶ τριακοσίους ἱππεῖς καὶ τοὺς ἅμα τῷ Ταυρίωνι στρατιώτας, προῆγε τὴν ἐπὶ Πάτρας, ἀντιπαράγειν τοῖς Αἰτωλοῖς προαιρούμενος.
而阿拉图斯在停留了两天后,愚蠢地相信他们会像之前暗示的那样撤退,于是将所有其余的亚该亚人和拉刻代蒙人遣散回家,但他率领着三千步兵和三百骑兵,以及与陶里翁同行的士兵,沿着通往帕特赖的道路前进,意图与埃托利亚人并排行军。
§4.10.3οἱ δὲ περὶ τὸν Δωρίμαχον, πυνθανόμενοι τοὺς περὶ τὸν Ἄρατον ἀντιπαράγειν αὐτοῖς καὶ συμμένειν, τὰ μὲν διαγωνιάσαντες μὴ κατὰ τὴν εἰς τὰς ναῦς ἔμβασιν ἐπίθωνται σφίσι περισπωμένοις, τὰ δὲ σπουδάζοντες συγχέαι τὸν πόλεμον, §4.10.4τὴν μὲν λείαν ἀπέστειλαν ἐπὶ τὰ πλοῖα, συστήσαντες τοὺς ἱκανοὺς καὶ τοὺς ἐπιτηδείους πρὸς τὴν διακομιδήν, προσεντειλάμενοι τοῖς ἐκπεμπομένοις ταῦτα πρὸς τὸ Ῥίον ἀπαντᾶν, ὡς ἐντεῦθεν ποιησόμενοι τὴν ἔμβασιν,
多里马科斯及其部下得知阿拉图斯一行与他们并进并逗留在一处时,一方面极度担心自己等人在登船期间因注意力分散而遭到袭击,另一方面又急于将战争搞混乱;他们将战利品送往船只,组织了足够且合适的人手负责运送,并进一步吩咐被派去的人到罗昂会合,因为他们打算从那里登船。
§4.10.5αὐτοὶ δὲ τὸ μὲν πρῶτον ἐφήδρευον τῇ τῆς λείας ἐξαποστολῇ περιέποντες, μετὰ δὲ ταῦτα προῆγον ἐκ μεταβολῆς ὡς ἐπʼ Ὀλυμπίας.
他们自己起初留在后面,照料战利品的发送,但在此之后,他们折回方向,朝着奥林匹亚进军。
§4.10.6ἀκούοντες δὲ τοὺς περὶ τὸν Ταυρίωνα μετὰ τοῦ προειρημένου πλήθους περὶ τὴν Κλειτορίαν εἶναι, καὶ νομίζοντες οὐδʼ ὣς δυνήσεσθαι τὴν ἀπὸ τοῦ Ῥίου διάβασιν ἄνευ κινδύνου ποιήσασθαι καὶ συμπλοκῆς, §4.10.7ἔκριναν συμφέρειν τοῖς σφετέροις πράγμασιν ὡς τάχιστα συμμῖξαι τοῖς περὶ τὸν Ἄρατον, ἀκμὴν ὀλίγοις οὖσι καὶ τοῦ μέλλοντος ἀνυπονοήτοις, §4.10.8ὑπολαβόντες, ἂν μὲν τρέψωνται τούτους, προκατασύραντες τὴν χώραν ἀσφαλῆ ποιήσεσθαι τὴν ἀπὸ τοῦ Ῥίου διάβασιν, ἐν ᾧ μέλλει καὶ βουλεύεται συναθροίζεσθαι πάλιν τὸ τῶν Ἀχαιῶν πλῆθος, §4.10.9ἂν δὲ καταπλαγέντες φυγομαχῶσι καὶ μὴ βούλωνται συμβάλλειν οἱ περὶ τὸν Ἄρατον, ἄνευ κινδύνου ποιήσεσθαι τὴν ἀπόλυσιν, ὁπόταν αὐτοῖς δοκῇ συμφέρειν.
但听说陶里翁一行与前述兵力正停留在克莱托里亚附近,并且认为即使这样,他们也无法在没有危险和冲突的情况下完成从罗昂的渡海,他们判定,在阿拉图斯一行仍然人数较少且对即将发生的事情毫无察觉之时,尽快与他们交战,对自己的局势是有利的,因为他们心想,如果击溃了这些人,他们就可以在预先扫荡该地区后安全地从罗昂渡海,而在此期间,亚该亚人的大军正打算并策划着重新集结;而如果阿拉图斯一行心存畏惧、回避战斗并不愿交战,他们就可以在自己认为有利的任何时候,安全无舆地撤离。
§4.10.10οὗτοι μὲν οὖν τοιούτοις χρησάμενοι λογισμοῖς προῆγον, καὶ κατεστρατοπέδευσαν περὶ
于是,他们根据这些考量向前推进,并在……附近驻扎下来。