§4.8.1Ἄρατος γὰρ ἦν τὰ μὲν ἄλλα τέλειος ἀνὴρ εἰς τὸν πραγματικὸν τρόπον·
因为阿拉图斯在其他方面,就实际的事务处理而言,是一位完美的人物。
§4.8.2καὶ γὰρ εἰπεῖν καὶ διανοηθῆναι καὶ στέξαι τὸ κριθὲν δυνατός, καὶ μὴν ἐνεγκεῖν τὰς πολιτικὰς διαφορὰς πρᾴως καὶ φίλους ἐνδήσασθαι καὶ συμμάχους προσλαβεῖν οὐδενὸς δεύτερος,
他不仅善于言辞、长于思考并能保守决议的秘密,而且在温和地忍受政治分歧、团结友人、争取盟友方面也绝不亚于任何人。
§4.8.3ἔτι δὲ πράξεις, ἀπάτας, ἐπιβουλὰς συστήσασθαι κατὰ τῶν πολεμίων, καὶ ταύτας ἐπὶ τέλος ἀγαγεῖν διὰ τῆς αὑτοῦ κακοπαθείας καὶ τόλμης, δεινότατος.
此外,在策划针对敌人的行动、欺骗和阴谋,并凭借自身的刻苦与胆识将这些行动贯彻到底方面,他也是最卓越的。
§4.8.4ἐναργῆ δὲ τῶν τοιούτων μαρτύρια καὶ πλείω μέν, ἐκφανέστατα δὲ τοῖς ἱστορηκόσι κατὰ μέρος περί τε τῆς Σικυῶνος καὶ Μαντινείας καταλήψεως καὶ περὶ τῆς Αἰτωλῶν ἐκ τῆς Πελληνέων πόλεως ἐκβολῆς, τὸ δὲ μέγιστον, περὶ τῆς κατὰ τὸν Ἀκροκόρινθον πράξεως.
这些品质有着明显且众多的证据,但对于详细研究过历史的人来说,最显而易见的莫过于关于占领西锡安和曼提尼亚,关于将埃托利亚人从佩莱内人的城市中驱逐,以及最伟大的——关于在阿克罗科林斯的行动。
§4.8.5ὁ δʼ αὐτὸς οὗτος, ὅτε τῶν ὑπαίθρων ἀντιποιήσασθαι βουληθείη, νωθρὸς μὲν ἐν ταῖς ἐπινοίαις, ἄτολμος δʼ ἐν ταῖς ἐπιβολαῖς, ἐν ὄψει δʼ οὐ μένων τὸ δεινόν.
然而,就是这同一个人的,每当他想要尝试进行野战时,却在构思上显得迟钝,在行动上显得怯懦,且无法在眼前的危险面前坚持下去。
§4.8.6διὸ καὶ τροπαίων ἐπʼ αὐτὸν βλεπόντων ἐπλήρωσε τὴν Πελοπόννησον, καὶ τῇδέ πῃ τοῖς πολεμίοις ἀεί ποτʼ ἦν εὐχείρωτος.
因此,页也让伯罗奔尼撒半岛布满了针对他的战胜纪念碑,在这方面,他总是极易被敌人击败。
§4.8.7οὕτως αἱ τῶν ἀνθρώπων φύσεις οὐ μόνον τοῖς σώμασιν ἔχουσί τι πολυειδές, ἔτι δὲ μᾶλλον ταῖς ψυχαῖς, ὥστε τὸν αὐτὸν ἄνδρα μὴ μόνον ἐν τοῖς διαφέρουσι τῶν ἐνεργημάτων πρὸς ἃ μὲν εὐφυῶς ἔχειν, πρὸς ἃ δʼ ἐναντίως, ἀλλὰ καὶ περί τινα τῶν ὁμοειδῶν πολλάκις τὸν αὐτὸν καὶ συνετώτατον εἶναι καὶ βραδύτατον, ὁμοίως δὲ καὶ τολμηρότατον καὶ δειλότατον.
如此,人类的天性不仅在身体上具有多样性,在心灵上更是如此,以至于同一个入不仅在不同的活动领域中,对某些事物富有天赋而对另一些事物则相反,而且甚至在对待同类的事物时,常常同一个人既是最聪明的也是最迟钝的,同样地,既是最勇敢的也是最怯懦的。
§4.8.8οὐ παράδοξα ταῦτά γε, συνήθη δὲ καὶ γνώριμα τοῖς βουλομένοις συνεφιστάνειν.
这些并非是怪诞之谈,而是对于乐意留心观察的人来说习以为常且熟知的事情。
§4.8.9τινὲς μὲν γὰρ ἐν ταῖς κυνηγίαις εἰσὶ τολμηροὶ πρὸς τὰς τῶν θηρίων συγκαταστάσεις, οἱ δʼ αὐτοὶ πρὸς ὅπλα καὶ πολεμίους ἀγεννεῖς, καὶ τῆς γε πολεμικῆς χρείας τῆς κατʼ ἄνδρα μὲν καὶ κατʼ ἰδίαν εὐχερεῖς καὶ πρακτικοί, κοινῇ δὲ καὶ μετὰ πολεμικῆς ἐπʼ ἴσον συντάξεως ἄπρακτοι.
因为有些人在狩猎中敢于与猛兽搏斗,然而这同一批人在面对武器和敌人时却表现得十分怯懦;在个人且单独的军事行动中,他们敏捷且高效,但在集体且处于均等军事阵列中时,却无所作为。
§4.8.10Θετταλῶν γοῦν ἱππεῖς κατʼ ἴλην μὲν καὶ φαλαγγηδὸν ἀνυπόστατοι, χωρὶς δὲ παρατάξεως πρὸς καιρὸν καὶ τόπον κατʼ ἄνδρα κινδυνεῦσαι δύσχρηστοι καὶ βραδεῖς· Αἰτωλοὶ δὲ τούτων τἀναντία.
比如泰萨利亚的骑兵,在骑兵队和方阵中是势不可挡的,但如果脱离了阵列,根据时机和地点进行个人交战时,他们就显得笨拙且迟缓;而埃托利亚人则恰恰相反。
§4.8.11Κρῆτες δὲ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν πρὸς μὲν ἐνέδρας καὶ λῃστείας καὶ κλοπὰς πολεμίων καὶ νυκτερινὰς ἐπιθέσεις καὶ πάσας τὰς μετὰ δόλου καὶ κατὰ μέρος χρείας ἀνυπόστατοι, πρὸς δὲ τὴν ἐξ ὁμολόγου καὶ κατὰ πρόσωπον φαλαγγηδὸν ἔφοδον ἀγεννεῖς καὶ πλάγιοι ταῖς ψυχαῖς· Ἀχαιοὶ δὲ καὶ Μακεδόνες τἀναντία τούτων.
克里特人无论在陆地还是海洋,在伏击、掠夺、窃取敌资、夜袭以及所有带有欺诈性质的个人行动中都是不可战胜的,但在面对公开且正面、排成方阵的进攻时,他们却表现得十分怯懦、丧失斗志;而阿凯亚人和马其顿人则恰恰相反。
§4.8.12ταῦτα μὲν εἰρήσθω μοι χάριν τοῦ μὴ διαπιστεῖν τοὺς ἀναγινώσκοντας τοῖς λεγομένοις, ἐάν που περὶ τῶν αὐτῶν ἀνδρῶν ἐναντίας ἀποφάσεις ποιώμεθα περὶ τὰ παραπλήσια τῶν ἐπιτηδευμάτων.
我说这些,是为了使读者在看到我们有时对同一些人在相似的活动中作出相反的判断时,不至于对所述内容产生怀疑。