Humanitext Reader

波利比奥斯 · 历史 §4.79.1-4.79.8

蒂帕内埃与菲加利亚向腓力投降

第 356 段,共 1311 段 · 希腊语

内容简介

在阿里菲拉被攻陷后,蒂帕内埃和许帕纳向腓力投降。此外,对埃托利亚同盟的背叛感到不满的菲利亚公民也驱逐了埃托利亚海盗,向国王投降。

§4.79.1συντελεσθέντων δὲ τούτων, καταπλαγεῖς γεγονότες πάντες οἱ κατὰ τὴν Τριφυλίαν ἐβουλεύοντο περὶ σφῶν αὐτῶν καὶ τῶν ἰδίων πατρίδων.
这些事情完成后,整个特里菲利亚地区的人都陷入了恐慌,开始商议他们自身以及各自祖国的出路。
§4.79.2ὁ δὲ Φιλλίδας ἐκλιπὼν τὰς Τυπανέας, προσδιαρπάσας τινὰς τῶν οἰκιῶν, ἀπεχώρησεν εἰς τὸ Λέπρεον·
另一方面,菲利达斯放弃了蒂帕内埃,并在顺手洗劫了部分房屋后,撤退到了莱普雷翁。
§4.79.3ταῦτα γὰρ ἐπίχειρα τότε τοῖς Αἰτωλῶν ἐγίνετο συμμάχοις, τὸ μὴ μόνον ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς ἐγκαταλείπεσθαι προφανῶς, ἀλλὰ καὶ διαρπαγέντας ἢ προδοθέντας τούτοις περιπίπτειν ὑπὸ τῶν συμμάχων, ἃ τοῖς κρατηθεῖσιν ὑπὸ τῶν πολεμίων ὀφείλεται πάσχειν.
因为当时埃托利亚人的盟友们得到了这样的回报:不仅在最紧要的关头被公开遗弃,而且在遭到洗劫或背叛之后,还要从他们自己的盟友那里遭受那些本该由被敌人征服的人所承受的遭遇。
§4.79.4οἱ δὲ Τυπανεᾶται παρέδοσαν τῷ Φιλίππῳ τὴν πόλιν.
于是蒂帕内埃人将城市献给了腓力。
τούτοις δὲ τὸ παραπλήσιον ἐποίησαν οἱ τὴν Ὕπαναν κατοικοῦντες.
而居住在许帕纳的人也对他们做出了类似的事情。
§4.79.5ἅμα δὲ τούτοις Φιαλεῖς, ἀκούοντες τὰ περὶ τὴν Τριφυλίαν καὶ δυσαρεστούμενοι τῇ τῶν Αἰτωλῶν συμμαχίᾳ, κατέλαβον μετὰ τῶν ὅπλων τὸν περὶ τὸ πολεμάρχιον τόπον.
与此同时,菲利亚人听闻了关于特里菲利亚的消息,对与埃托利亚人的盟友关系感到不满,于是拿起武器占领了军政官邸周围的地方。
§4.79.6οἱ δὲ τῶν Αἰτωλῶν πειραταί, διατρίβοντες ἐν ταύτῃ τῇ πόλει διὰ τὰς ἐκ τῆς Μεσσηνίας ὠφελείας, τὸ μὲν πρῶτον οἷοί τʼ ἦσαν ἐγχειρεῖν καὶ κατατολμᾶν τῶν Φιαλέων,
在这座城市里,因图谋来自美塞尼亚的战利品而逗留的埃托利亚海盗,起初还企图向菲利亚人下手并大肆挑衅。
§4.79.7ὁρῶντες δὲ τοὺς πολίτας ὁμοθυμαδὸν ἁθροιζομένους πρὸς τὴν βοήθειαν, ἀπέστησαν τῆς ἐπιβολῆς, σπεισάμενοι δὲ καὶ λαβόντες τὰς αὑτῶν ἀποσκευὰς ἀπῆλθον ἐκ τῆς πόλεως.
但当看到公民们齐心协力地集结起来进行抵抗时,他们便放弃了这一企图,并在达成协议、带走自己的随身行李后,离开了这座城市。
§4.79.8οἱ δὲ Φιαλεῖς διαπρεσβευσάμενοι πρὸς τὸν Φίλιππον ἐνεχείρισαν σφᾶς αὐτοὺς καὶ τὴν πόλιν.
随后,菲利亚人向腓力派出使者,将自身和城市都交付给了他。

词汇与语法注释

  1. 4.79.3τὸ μὴ μόνον ... περιπίπτειν — 冠词不定式短语“τὸ μὴ μόνον ... περιπίπτειν”作为同位语,具体解释了主句中的指示代词“ταῦτα”(或“ἐπίχειρα”)。不定式的逻辑主语为宾格(与宾格分词“διαρπαγέντας ἢ προδοθέντας”一致)。介词短语“ὑπὸ τῶν συμμάχων”(被同盟者)修饰由于被动意义或分词所传达的动作,表示“遭受来自盟友的(这些待遇)”。
  2. 4.79.6οἷοί τʼ ἦσαν — 形容词“οἷος”与小词“τέ”结合构成的“οἷός τ' εἰμί”接不定式,通常表示“能够(be able to)”,但在此处它更多地带有“倾向于、准备好、企图(be disposed to / be ready to)”进行某种行动的含义。

引用这一段

波利比奥斯, 历史 §4.79.1-4.79.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.79.1-4.79.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。