Humanitext Reader

波利比奥斯 · 历史 §4.78.1-4.78.13

腓力攻占阿里菲拉与城防降伏

第 355 段,共 1311 段 · 希腊语

内容简介

在埃托利亚将军菲利达斯分散兵力静观其变之时,马其顿国王腓力进攻了以雅典娜青铜像闻名的险要城市阿里菲拉。马其顿军利用佯攻牵制守军,腓力则亲自夺取了城堡外郭,最终通过协议占领了该城市和卫城。

§4.78.1πλὴν ὅ γε Φιλλίδας τοὺς μὲν Ἠλείους εἰς Λέπρεον, τοὺς δὲ μισθοφόρους εἰς Ἀλίφειραν ἀποστείλας, αὐτὸς δὲ τοὺς Αἰτωλοὺς ἔχων ἐν Τυπανέαις ἐκαραδόκει τὸ συμβησόμενον.
无论如何,菲利达斯将厄利斯人派往莱普雷翁,将雇佣兵派往阿里菲拉,而他自己则带着埃托利亚人留在蒂帕内埃,静观事态的发展。
§4.78.2ὁ δὲ βασιλεὺς ἀποθέμενος τὴν ἀποσκευὴν καὶ διαβὰς τῇ γεφύρᾳ τὸν Ἀλφειὸν ποταμόν, ὃς ῥεῖ παρʼ αὐτὴν τὴν τῶν Ἡραιέων πόλιν, §4.78.3ἧκε πρὸς τὴν Ἀλίφειραν, ἣ κεῖται μὲν ἐπὶ λόφου κρημνώδους πανταχόθεν, ἔχοντος πλεῖον ἢ δέκα σταδίων πρόσβασιν, ἔχει δʼ ἄκραν ἐν αὐτῇ τῇ κορυφῇ τοῦ σύμπαντος λόφου καὶ χαλκοῦν Ἀθηνᾶς ἀνδριάντα, κάλλει καὶ μεγέθει διαφέροντα.
与此同时,国王留下了随身行李,通过桥梁渡过了阿尔斐俄斯河——这条河正流经赫莱亚人的城市旁边—— 来到了阿里菲拉,这座城市坐落在一座四面陡峭的山丘上,该山丘有十多斯塔迪翁的登顶山路。 在整个山丘的最高处有一座城堡,以及一座在美感和体量上都极为出众的青铜雅典娜雕像。
§4.78.4οὗ τὴν μὲν αἰτίαν, ἀπὸ ποίας προθέσεως ἢ χορηγίας ἔλαβε τὴν ἀρχὴν τῆς κατασκευῆς, ἀμφισβητεῖσθαι συμβαίνει καὶ παρὰ τοῖς ἐγχωρίοις — οὔτε γὰρ πόθεν οὔτε τίς ἀνέθηκεν εὑρίσκεται τρανῶς — §4.78.5τὸ μέντοι γε τῆς τέχνης ἀποτέλεσμα συμφωνεῖται παρὰ πᾶσι, διότι τῶν μεγαλομερεστάτων καὶ τεχνικωτάτων ἔργων ἐστίν, Ὑπατοδώρου καὶ Σωστράτου κατεσκευακότων.
关于这座雕像的起源,即它是出于何种意图或出资而开始建造的,即使在当地人中也存在争议——因为人们并不清楚它是从哪里来、又是谁奉纳的—— 然而,它的艺术水平却得到了所有人的一致公认,被认为是最为宏伟和技术最精湛的杰作之一,是由许帕托多罗斯和索斯特拉托斯制作的。
§4.78.6οὐ μὴν ἀλλʼ ἐπιγενομένης ἡμέρας αἰθρίου καὶ λαμπρᾶς, διατάξας ὑπὸ τὴν ἑωθινὴν ὁ βασιλεὺς κατὰ πλείους τόπους τούς τε τὰς κλίμακας φέροντας καὶ τὰς τῶν μισθοφόρων ἐφεδρείας πρὸ τούτων, §4.78.7ἐπὶ δὲ τοῖς προειρημένοις τοὺς Μακεδόνας διῃρημένους κατόπιν ἑκάστοις ἐπιστήσας, ἅμα τῷ τὸν ἥλιον ἐπιβάλλειν πᾶσι προσέταξε προσβαίνειν πρὸς τὸν λόφον.
不过,当一个晴朗明媚的日子到来时,国王在黎明时分将携带梯子的人以及在他们前方的雇佣兵预备队布置在数个地点,并在上述众人的后方,配置了各自划分好的马其顿兵,在太阳升起的同时,命令全体向山丘发起进攻。
§4.78.8ποιούντων δὲ τὸ παραγγελθὲν ἐκθύμως καὶ καταπληκτικῶς τῶν Μακεδόνων, συνέβαινε τοὺς Ἀλιφειρεῖς πρὸς τούτους ὁρμᾶν ἀεὶ καὶ συντρέχειν τοὺς τόπους, οἷς μάλιστα τοὺς Μακεδόνας ἑώρων προσπελάζοντας.
由于马其顿兵极其热忱且势不可挡地执行了命令,阿里菲拉人不断向他们冲去,并纷纷奔向他们看到马其顿兵最逼近的地方。
§4.78.9κατὰ δὲ τὸν καιρὸν τοῦτον αὐτὸς ὁ βασιλεὺς ἔχων τοὺς ἐπιτηδειοτάτους διά τινων κρημνῶν ἔλαθε πρὸς τὸ τῆς ἄκρας προάστειον ἀναβάς.
在此期间,国王本人亲自带领最精干的部下,通过一些陡峭的悬崖,在未被察觉的情况下登上了城堡的外郭。
§4.78.10ἀποδοθέντος δὲ τοῦ συνθήματος, πάντες ἅμα προσερείσαντες τὰς κλίμακας κατεπείραζον τῆς πόλεως.
当信号发出时,所有人一同架起梯子,开始强攻城市。
§4.78.11πρῶτος μὲν οὖν ὁ βασιλεὺς κατέσχε τὸ προάστειον τῆς ἄκρας, ἔρημον καταλαβών·
因此,国王首先占领了城堡的外郭,发现那里空无一人。
τούτου δʼ ἐμπιπραμένου, προϊδόμενοι τὸ μέλλον οἱ τοῖς τείχεσιν ἐπαμύνοντες, καὶ περιδεεῖς γενόμενοι μὴ τῆς ἄκρας προκαταληφθείσης στερηθῶσι καὶ τῆς τελευταίας ἐλπίδος, ὥρμησαν ἀπολιπόντες τὰ τείχη φεύγειν πρὸς τὴν ἀκρόπολιν.
当这里被纵火焚烧时,防守城墙的人预见到了后果,因极度害怕一旦城堡被占领自己会失去最后的希望,于是纷纷放弃城墙,向山顶的卫城逃跑。
οἱ δὲ Μακεδόνες, §4.78.12γενομένου τούτου, παραχρῆμα καὶ τῶν τειχῶν καὶ τῆς πόλεως ἐκυρίευσαν.
而马其顿人,此事发生后,立即控制了城墙和城市。
§4.78.13μετὰ δὲ ταῦτα διαπρεσβευσαμένων τῶν ἐκ τῆς ἄκρας πρὸς τὸν Φίλιππον, δοὺς τὴν ἀσφάλειαν παρέλαβε καὶ ταύτην καθʼ ὁμολογίαν.
此后,城堡中的人向腓力发出使节,腓力在保证其安全的前提下,通过协议接收了该处。

词汇与语法注释

  1. 4.78.3ἔχοντος πλεῖον ἢ δέκα σταδίων πρόσβασιν — 现在分词 ἔχοντος 是阳性/中性单数属格,修饰先行词“山丘”(λόφου,阳性单数属格)。“πλεῖον ἢ δέκα σταδίων”(十多斯塔迪翁)作为性质属格或度量属格,用于限定名词 πρόσβασιν(登顶山路,通道)的长度。
  2. 4.78.9ἔλαθε πρὸς τὸ τῆς ἄκρας προάστειον ἀναβάς — 动词 λανθάνω (ἔλαθε) 与分词 (ἀναβάς) 结合,构成“在未被察觉的情况下做某事”的惯用表达。在这里意为“国王在未被察觉的情况下登了上去”。
  3. 4.78.11περιδεεῖς γενόμενοι μὴ τῆς ἄκρας προκαταληφθείσης στερηθῶσι — 由表示恐惧的形容词 περιδεεῖς(极度害怕)引导,连接词 μή 与虚拟语气(στερηθῶσι)共同构成表示担忧的从句(“害怕……被剥夺”)。在此从句内部,属格绝对结构“城堡若被提前占领”(τῆς ἄκρας προκαταληφθείσης)以条件状语的形式插入其中。

引用这一段

波利比奥斯, 历史 §4.78.1-4.78.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.78.1-4.78.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。