§4.71.1ταῦτʼ οὖν πάντα συνορῶν καὶ συλλογιζόμενος ὁ Φίλιππος τὰ μὲν ἀφίστατο τοῖς λογισμοῖς τοῦ βιάζεσθαι καὶ πολιορκεῖν τὴν πόλιν, τὰ δὲ προθύμως εἶχε, τὴν εὐκαιρίαν ὁρῶν τοῦ τόπου·
菲力察觉并盘算着所有这些情况,一方面由于理智的权衡而打算放弃强攻和围困该城,但另一方面,由于看到该地险要的地理优势,他又跃跃欲试。
§4.71.2καθʼ ὅσον γὰρ ἐπέκειτο τοῖς Ἀχαιοῖς τότε καὶ τοῖς Ἀρκάσι καὶ πολεμητήριον ὑπῆρχε τοῖς Ἠλείοις ἀσφαλές, κατὰ τοσοῦτον πάλιν κρατηθὲν ἔμελλε τῶν μὲν Ἀρκάδων προκεῖσθαι, κατὰ δὲ τῶν Ἠλείων ὁρμητήριον ὑπάρξειν τοῖς συμμάχοις εὔκαιρον.
因为,该城当时威胁着阿卡亚人和阿卡迪亚人、并作为埃利斯人安全的战争基地到何种程度,反过来,一旦它被占领,它就将在同等程度上成为阿卡迪亚人的屏障,并成为盟军进攻埃利斯人的便利基地。
§4.71.3διόπερ ἐπὶ τοῦτο τὸ μέρος ὁρμήσας τῇ γνώμῃ παρήγγελλε τοῖς Μακεδόσιν ἅμα τῷ φωτὶ πᾶσιν ἀριστοποιεῖσθαι καὶ διεσκευασμένους ἑτοίμους ὑπάρχειν.
因此,他的决心倾向于这一方案,便命令全体马其顿士兵黎明时分吃完早饭,并装备整齐、做好准备。
§4.71.4μετὰ δὲ ταῦτα διαβὰς τὴν κατὰ τὸν Ἐρύμανθον γέφυραν, οὐδενὸς ἐμποδὼν στάντος διὰ τὸ παράδοξον τῆς ἐπιβολῆς, ἧκε πρὸς αὐτὴν τὴν πόλιν ἐνεργῶς καὶ καταπληκτικῶς.
此后,他跨过了埃里曼托斯河上的桥梁,由于这次行动出人意料,没有任何人阻拦,他便以迅猛且令人生畏的气势逼近了该城。
§4.71.5οἱ δὲ περὶ τὸν Εὐριπίδαν καὶ πάντες οἱ κατὰ τὴν πόλιν διηπόρουν ἐπὶ τοῖς συμβαίνουσι τῷ πεπεῖσθαι μήτʼ ἂν ἐξ ἐφόδου τολμῆσαι τοὺς πολεμίους προσβαλεῖν καὶ βιάζεσθαι πρὸς οὕτως ὀχυρὰν πόλιν μήτε χρόνιον ἂν συστήσασθαι πολιορκίαν διὰ τὴν τοῦ καιροῦ περίστασιν.
尤里皮达斯及其随从以及城内的所有人,对眼前发生的事情都感到大惑不解,因为他们坚信,敌人既不敢对这样一座险固的城市发起突然袭击和强攻,也不会因为季节的关系而展开持久的围攻。
§4.71.6ἅμα δὲ ταῦτα λογιζόμενοι διηπίστουν ἀλλήλοις, δεδιότες μὴ πρᾶξιν ὁ Φίλιππος εἴη διὰ τῶν ἔνδον συνεσταμένος κατὰ τῆς πόλεως.
与此同时,他们在作此盘算时也互相猜忌,担心菲力已经通过城内的内线策划了针对该城的阴谋。
ἐπεὶ δʼ οὐδὲν ἑώρων τοιοῦτον ἐξ αὑτῶν γινόμενον, §4.71.7ὥρμησαν οἱ μὲν πλείους ἐπὶ τὰ τείχη βοηθήσοντες, οἱ δὲ μισθοφόροι τῶν Ἠλείων κατά τινα πύλην ὑπερδέξιον ἐξῆλθον ὡς ἐπιθησόμενοι τοῖς πολεμίοις.
但当他们看到自己人之中并没有发生任何此类迹象时,大多数人急忙登上城墙去防守,而埃利斯人的雇佣军则从一处地势较高的城门冲出,企图去袭击敌军。
§4.71.8ὁ δὲ βασιλεὺς διατάξας κατὰ τρεῖς τόπους τοὺς προσοίσοντας τῷ τείχει τὰς κλίμακας, καὶ τούτοις ὁμοίως μερίσας τοὺς ἄλλους Μακεδόνας, μετὰ ταῦτα διὰ τῶν σαλπιγκτῶν ἀποδοὺς ἑκάστοις τὸ σύνθημα πανταχόθεν ἅμα τὴν προσβολὴν ἐποιεῖτο τοῖς τείχεσι.
国王则在三处地点部署了负责将梯子架上城墙的士兵,并将其余的马其顿士兵同样分配给他们,随后通过号手向各队发出信号,同时从四面八方向城墙发起了猛攻。
§4.71.9τὸ μὲν οὖν πρῶτον ἠμύνοντο γενναίως οἱ κατέχοντες τὴν πόλιν, καὶ πολλοὺς ἀπὸ τῶν κλιμάκων ἀπέρριπτον· §4.71.10ἐπεὶ δʼ ἥ τε χορηγία τῶν βελῶν καὶ τῶν ἄλλων τῶν πρὸς τὴν χρείαν ἐπιτηδείων ἐνέλειπεν, ὡς ἂν ἐκ τοῦ καιροῦ τῆς παρασκευῆς γεγενημένης, οἵ τε Μακεδόνες οὐ κατεπλήττοντο τὸ γινόμενον, ἀλλʼ ἐπὶ τὴν τοῦ ῥιφέντος ἀπὸ τῶν κλιμάκων χώραν ὁ κατόπιν ἀμελλήτως ἐπέβαινε, §4.71.11τέλος οἱ μὲν ἐκ τῆς πόλεως τραπέντες ἔφευγον πάντες πρὸς τὴν ἀκρόπολιν, τῶν δὲ παρὰ τοῦ βασιλέως οἱ μὲν Μακεδόνες ἐπέβησαν τοῦ τείχους, οἱ δὲ Κρῆτες πρὸς τοὺς κατὰ τὴν ὑπερδέξιον πύλην ἐπεξελθόντας τῶν μισθοφόρων συμμίξαντες ἠνάγκασαν αὐτοὺς οὐδενὶ κόσμῳ ῥίψαντας τὰ ὅπλα φεύγειν.
起初,守城者防守得十分勇敢,将许多人从梯子上推了下去;但由于准备仓促,投掷武器和其他必需物资的供应开始匮乏,而且马其顿人并未被眼前的景象吓倒,反而只要有一人从梯子上被推下去,后面的士兵就毫不迟疑地顶替上去,最终,城内的守军被击溃,全都向卫城逃去。 而国王一方,马其顿士兵占领了城墙,克里特士兵则与那些从地势较高的城门冲出的雇佣兵交战,逼得他们狼狈地丢弃武器、四散奔逃。
§4.71.12οἷς ἐπικείμενοι καὶ προσφέροντες τὰς χεῖρας συνεισέπεσον διὰ τῆς πύλης· ἐξ οὗ συνέβη πανταχόθεν ἅμα καταληφθῆναι τὴν πόλιν.
他们紧追不舍并展开白兵战,尾随敌军一同冲进了城门;由此,该城在各处同时被攻破占领。
§4.71.13οἱ μὲν οὖν Ψωφίδιοι μετὰ τέκνων καὶ γυναικῶν ἀπεχώρησαν εἰς τὴν ἄκραν, ἅμα δὲ τούτοις οἱ περὶ τὸν Εὐριπίδαν, ὁμοίως δὲ καὶ τὸ λοιπὸν πλῆθος τῶν διασῳζομένων·
于是,普索菲斯人带着妇女儿童撤退到了卫城,与他们一同撤离的还有尤里皮达斯及其随从,以及其他同样幸存下来的平民百姓。