Humanitext Reader

波利比奥斯 · 历史 §4.73.1-4.73.10

菲力入侵埃利斯与埃利斯地区的繁荣

第 350 段,共 1311 段 · 希腊语

内容简介

本节叙述了菲力将拉西翁等地移交给阿卡亚人,并在经过奥林匹亚后入侵埃利斯地区,同时指出了埃利斯因其古老的神圣传统和乡村生活而极为繁荣且人口稠密。

§4.73.1τὸν τρόπον.
方式结束。
οἱ δὲ παραφυλάττοντες τὸν Λασιῶνα τῶν Ἠλείων, συνέντες τὴν παρουσίαν τῶν Μακεδόνων, πεπυσμένοι δὲ καὶ τὰ γεγονότα περὶ τὴν Ψωφῖδα, παραχρῆμα τὴν πόλιν ἐξέλιπον.
而防守拉西翁的埃利斯人,察觉到马其顿人的到来,并获悉了关于普索菲斯所发生的事情,立即撤离了该城。
§4.73.2ὁ δὲ βασιλεὺς ὡς θᾶττον ἧκε, ταύτην μὲν ἐξ ἐφόδου παρέλαβε, συναύξων δὲ τὴν πρόθεσιν, ἣν εἶχε πρὸς τὸ ἔθνος, παρέδωκε καὶ τὸν Λασιῶνα τοῖς Ἀχαιοῖς.
而国王一到达,就通过突袭占领了该城,为了进一步推进他对该部族所抱持的意图,他也把拉西翁移交给了阿卡亚人。
ὁμοίως δὲ καὶ τὴν Στράτον ἐκλιπόντων τῶν Ἠλείων ἀποκατέστησε τοῖς Τελφουσίοις.
同样地,由于埃利斯人撤离了斯特拉托斯,他便将其归还给特尔普萨人。
§4.73.3ταῦτα δὲ διαπραξάμενος ἧκε πεμπταῖος εἰς Ὀλυμπίαν.
办妥这些事务后,他在第五天到达了奥林匹亚。
θύσας δὲ τῷ θεῷ καὶ τοὺς ἡγεμόνας ἑστιάσας, ἅμα δὲ καὶ τὴν λοιπὴν προσαναπαύσας δύναμιν ἐπὶ τρεῖς ἡμέρας, μετὰ ταῦτα πάλιν ἀνέζευξε.
他向神献祭并款待了将领们,同时让其余的军队修整了三天,随后再次出发。
§4.73.4καὶ προελθὼν εἰς τὴν Ἠλείαν τὰς μὲν προνομὰς ἐπαφῆκε κατὰ τῆς χώρας, αὐτὸς δὲ κατεστρατοπέδευσε περὶ τὸ καλούμενον Ἀρτεμίσιον.
进军至埃利斯地区后,他纵兵对该地进行掠夺,而他自己则在所谓的阿尔特米西翁附近安营扎寨。
§4.73.5προσδεξάμενος δʼ ἐνταῦθα τὴν λείαν μετέβη πάλιν ἐπὶ τὸ Διοσκούριον.
在该地接收了掠夺品后,他再次转往狄奥斯库里翁。
δῃουμένης δὲ τῆς χώρας, πολὺ μὲν ἦν τὸ τῶν ἁλισκομένων πλῆθος, ἔτι δὲ πλέον τὸ συμφεῦγον εἰς τὰς παρακειμένας κώμας καὶ τοὺς ἐρυμνοὺς τῶν τόπων.
在国土遭到践踏之际,被俘的人数固然很多,但逃往附近村庄和险要地势的人数还要更多。
§4.73.6συμβαίνει γὰρ τὴν τῶν Ἠλείων χώραν διαφερόντως οἰκεῖσθαι καὶ γέμειν σωμάτων καὶ κατασκευῆς παρὰ τὴν ἄλλην Πελοπόννησον.
因为比起伯罗奔尼撒的其他地方,埃利斯人的国土有着极为稠密的居住人口,并且充斥着人和财产。
§4.73.7ἔνιοι γὰρ αὐτῶν οὕτως στέργουσι τὸν ἐπὶ τῶν ἀγρῶν βίον ὥστε τινὰς ἐπὶ δύο καὶ τρεῖς γενεάς, ἔχοντας ἱκανὰς οὐσίας, μὴ παραβεβληκέναι τὸ παράπαν εἰς ἁλίαν.
因为他们中的一些人如此热爱田园生活,以至于有些人即便拥有充足的财产,也连续两三代人全然未曾踏足过公民大会。
§4.73.8τοῦτο δὲ γίνεται διὰ τὸ μεγάλην ποιεῖσθαι σπουδὴν καὶ πρόνοιαν τοὺς πολιτευομένους τῶν ἐπὶ τῆς χώρας κατοικούντων, ἵνα τό τε δίκαιον αὐτοῖς ἐπὶ τόπου διεξάγηται καὶ τῶν πρὸς βιωτικὰς χρείας μηδὲν ἐλλείπῃ.
这种情况之所以发生,是因为执政者对居住在乡间的人们给予了极大的关注和关怀,使得司法审判能在当地为他们进行,并且生活所需之物无一匮乏。
§4.73.9δοκοῦσι δέ μοι πάντα ταῦτα καὶ διὰ τὸ πλῆθος μὲν τῆς χώρας τὸ παλαιὸν ἐπινοῆσαι καὶ νομοθετῆσαι, τὸ δὲ πλεῖστον διὰ τὸν ὑπάρχοντά ποτε παρʼ αὐτοῖς ἱερὸν βίον, §4.73.10ὅτε λαβόντες παρὰ τῶν Ἑλλήνων συγχώρημα διὰ τὸν ἀγῶνα τῶν Ὀλυμπίων ἱερὰν καὶ ἀπόρθητον ᾤκουν τὴν Ἠλείαν, ἄπειροι παντὸς ὄντες
在我看来,他们之所以设想并立法制定了所有这些制度,部分是由于古时国土的广大,但大部分还是由于他们中间曾经存在过的神圣生活方式,当时,由于奥林匹克竞技,他们获得了希腊人的特准,将埃利斯作为神圣而不可侵犯的土地来居住,对一切危险全然不觉...

词汇与语法注释

  1. §4.73.1τὸν τρόπον — 与前一章末尾的 `τοῦτον`(§4.72.10)结合,构成短语 `τοῦτον τὸν τρόπον`(副词性宾格,意为“以此种方式”)。
  2. §4.73.3πεμπταῖος — 这是一个叙述性形容词(主格、阳性、单数),用以修饰主语(菲力)的状态,但在翻译中通常作副词性理解,译为“在第五天”。
  3. §4.73.6παρὰ τὴν ἄλλην Πελοπόννησον — 介词 `παρά` 后接宾格,表示比较,意为“与伯罗奔尼撒的其他地区相比”。
  4. §4.73.8τῶν ἐπὶ τῆς χώρας κατοικούντων — 属格,用作动词短语 `ποιεῖσθαι σπουδὴν καὶ πρόνοιαν`(表示关注与关怀)的宾格性属格(objective genitive)。
  5. §4.73.9δοκοῦσι δέ μοι — 这是一个主格接不定式的亲自人称结构(personal construction),意为“在我看来,他们似乎……”,其中不定式 `ἐπινοῆσαι καὶ νομοθετῆσαι` 的逻辑主语(埃利斯执政者)被提升为主动词 `δοκοῦσι` 的语法主语。

引用这一段

波利比奥斯, 历史 §4.73.1-4.73.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.73.1-4.73.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。