Humanitext Reader

波利比奥斯 · 历史 §4.62.1-4.62.5

斯科帕斯入侵马其顿与迪翁的毁灭

第 339 段,共 1311 段 · 希腊语

内容简介

斯科帕斯率领的埃托利亚军队入侵马其顿并摧毁了迪翁,带着丰厚的战利品返回埃托利亚,从而在埃托利亚人中滋生了盲目的自大与虚妄的期望。

§4.62.1τὴν παρασκευὴν τῶν πρὸς τὴν πολιορκίαν.
……围攻战的准备工作。
Σκόπας δὲ κατὰ τὸν καιρὸν τοῦτον ἀναλαβὼν τοὺς Αἰτωλοὺς πανδημεί, καὶ ποιησάμενος τὴν πορείαν διὰ Θετταλίας, ἐνέβαλεν εἰς Μακεδονίαν, καὶ τόν τε σῖτον ἐπιπορευόμενος τὸν κατὰ τὴν Πιερίαν ἔφθειρε καὶ λείας περιβαλόμενος πλῆθος ἐπανῆγε, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ τὸ Δῖον.
而斯科帕斯在此时率领埃托利亚人的全部军队,取道色萨利,入侵马其顿;他不仅在行军中摧毁了皮埃里亚一带的庄稼,而且在掠夺了大量战利品后开始撤退,并朝着迪翁的方向行军。
§4.62.2ἐκλιπόντων δὲ τῶν κατοικούντων τὸν τόπον, εἰσελθὼν τὰ τείχη κατέσκαψε καὶ τὰς οἰκίας καὶ τὸ γυμνάσιον, πρὸς δὲ τούτοις ἐνέπρησε τὰς στοὰς τὰς περὶ τὸ τέμενος καὶ τὰ λοιπὰ διέφθειρε τῶν ἀναθημάτων, ὅσα πρὸς κόσμον ἢ χρείαν ὑπῆρχε τοῖς εἰς τὰς πανηγύρεις συμπορευομένοις· ἀνέτρεψε δὲ καὶ τὰς εἰκόνας τῶν βασιλέων ἁπάσας.
在该地居民撤离后,他进入城墙内,将其推倒,同时也拆毁了民房和体育馆;此外,他还放火烧毁了圣域周围的柱廊,并毁坏了其余的奉献物,即所有供前来参加节日集会的人们装饰或实用的物品;他还推倒了所有国王的雕像。
§4.62.3οὗτος μὲν οὖν εὐθέως κατὰ τὴν ἔνστασιν τοῦ πολέμου καὶ τὴν πρώτην πρᾶξιν οὐ μόνον τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τοῖς θεοῖς πόλεμον ἐξενηνοχώς, ἐπανῄει.
这样,他在战争刚爆发时、在其第一步行动中,不仅对人、甚至对神灵也宣战之后,便踏上了归途。
§4.62.4καὶ παραγενόμενος εἰς Αἰτωλίαν, οὐχ ὡς ἠσεβηκώς, ἀλλʼ ὡς ἀγαθὸς ἀνὴρ εἰς τὰ κοινὰ πράγματα γεγονώς, ἐτιμᾶτο καὶ περιεβλέπετο, πλήρεις ἐλπίδων κενῶν καὶ φρονήματος ἀλόγου πεποιηκὼς τοὺς Αἰτωλούς· §4.62.5ἔσχον γὰρ ἐκ τούτων διάληψιν ὡς τῆς μὲν Αἰτωλίας οὐδʼ ἐγγίζειν τολμήσοντος οὐδενός, αὐτοὶ δὲ πορθήσοντες ἀδεῶς οὐ μόνον τὴν Πελοπόννησον, καθάπερ ἔθος ἦν αὐτοῖς, ἀλλὰ καὶ τὴν Θετταλίαν καὶ τὴν Μακε
他回到埃托利亚后,不仅没有被视为亵渎神明者,反而被尊为对国家事务立下汗马功劳的大功臣而备受尊敬和瞩目,这使得埃托利亚人充满了空虚的希望和盲目的自大;因为他们从此产生了一种看法,即不仅没有任何人敢接近埃托利亚,而且他们自己也将毫无畏惧地不仅劫掠如往常一样的伯罗奔尼撒,而且还要劫掠色萨利和马其[顿]。

词汇与语法注释

  1. 4.62.1τὴν παρασκευὴν — 此名词短语直接承接上一分卷末尾未完成的句节 `ἐγίνετο περὶ`(致力于……),与前文共同构成“致力于围城战的准备工作”这一完整句子。
  2. 4.62.2ἐκλιπόντων δὲ τῶν κατοικούντων τὸν τόπον — 属格独立结构,实质分词 `τῶν κατοικούντων`(居民)作逻辑主语,`ἐκλιπόντων`(不定过去时分词)作谓语,表示在斯科帕斯进入之前“居民撤离”这一时间的先后顺序或背景状况。
  3. 4.62.5ὡς τῆς μὲν Αἰτωλίας οὐδʼ ἐγγίζειν τολμήσοντος οὐδενός, αὐτοὶ δὲ πορθήσοντες — 此处用 `ὡς` 引导的从句解释名词 `διάληψιν`(看法、观念)的内容,但出现了格的不一致(破格句法)。前半句使用属格独立结构(`οὐδενὸς τολμήσοντος`),后半句则转为与主语一致的主格分词(`αὐτοὶ πορθήσοντες`),用以表达他们主观上的预期。

引用这一段

波利比奥斯, 历史 §4.62.1-4.62.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.62.1-4.62.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。