Humanitext Reader

波利比奥斯 · 历史 §4.58.1-4.58.12

艾盖拉人的反击与埃托利亚军的溃败

第 335 段,共 1311 段 · 希腊语

内容简介

埃托利亚兵因忙于掠夺而分散,艾盖拉人则在卫城集结并展开反击。经过激烈的肉搏战,埃托利亚军全线溃败,并在惊慌撤退中遭受惨重伤亡。

§4.58.1ἐχρῶντο τοῖς πράγμασι.
他们便是以此种方式应对事态。
διὸ καὶ βραχὺν παντελῶς χρόνον ἁθρόοι συμμείναντες περὶ τὴν ἀγοράν, λοιπὸν ἐκπαθεῖς ὄντες πρὸς τὰς ὠφελείας διέρρεον, καὶ παρεισπίπτοντες εἰς τὰς οἰκίας διήρπαζον τοὺς βίους, ἤδη φωτὸς ὄντος.
因此,他们在广场周围聚集了极短的时间,此后便因对战利品冲昏了头脑而四处散开,冲进房屋,掠夺家财,此时天已经亮了。
§4.58.2οἱ δʼ Αἰγειρᾶται, τοῦ πράγματος αὐτοῖς ἀνελπίστου καὶ παραδόξου τελέως συμβεβηκότος, οἷς μὲν ἐπέστησαν οἱ πολέμιοι κατὰ τὰς οἰκίας, ἐκπλαγεῖς καὶ περίφοβοι γενόμενοι πάντες ἐτρέποντο πρὸς φυγὴν ἔξω τῆς πόλεως, ὡς ἤδη βεβαίως αὐτῆς κεκρατημένης ὑπὸ τῶν πολεμίων.
至于艾盖拉人,由于这起事件对他们来说完全是出乎意料且难以置信的,那些房屋被敌人闯入的人全都惊恐万分,向城外逃窜,以为城市已被敌人牢牢控制。
§4.58.3ὅσοι δὲ τῆς κραυγῆς ἀκούοντες ἐξ ἀκεραίων τῶν οἰκιῶν ἐξεβοήθουν, πάντες εἰς τὴν ἄκραν συνέτρεχον.
而那些听到喊声、从尚未遭到袭击的房屋中冲出来救援的人,则全都奔向了卫城。
§4.58.4οὗτοι μὲν οὖν ἀεὶ πλείους ἐγίνοντο καὶ θαρραλεώτεροι, τὸ δὲ τῶν Αἰτωλῶν σύστρεμμα τοὐναντίον ἔλαττον καὶ ταραχωδέστερον διὰ τὰς προειρημένας αἰτίας.
于是,这些人的人数越来越多,斗志也越来越旺盛,相反,埃托利亚人的队伍由于上述原因,人数减少且陷入混乱。
§4.58.5οὐ μὴν ἀλλὰ συνορῶντες οἱ περὶ τὸν Δωρίμαχον ἤδη τὸν περιεστῶτα κίνδυνον αὐτούς, συστραφέντες ὥρμησαν ἐπὶ τοὺς κατέχοντας τὴν ἄκραν, ὑπολαμβάνοντες τῇ θρασύτητι καὶ τόλμῃ καταπληξάμενοι τρέψασθαι τοὺς ἡθροισμένους ἐπὶ τὴν βοήθειαν.
尽管如此,多里马科斯等人察觉到危险已经包围了他们,便集结起来向占领卫城的人发起冲锋,以为凭着自己的大胆和不畏,能够吓退并击败那些聚集起来救援的人。
§4.58.6οἱ δʼ Αἰγειρᾶται παρακαλέσαντες σφᾶς αὐτοὺς ἠμύνοντο καὶ συνεπλέκοντο τοῖς Αἰτωλοῖς γενναίως.
艾盖拉人则互相鼓舞,英勇地抵抗并与埃托利亚人展开肉搏。
§4.58.7οὔσης δὲ τῆς ἄκρας ἀτειχίστου, καὶ τῆς συμπλοκῆς ἐκ χειρὸς καὶ κατʼ ἄνδρα γινομένης, τὸ μὲν πρῶτον ἦν ἀγὼν οἷον εἰκός, ἅτε τῶν μὲν ὑπὲρ πατρίδος καὶ τέκνων, τῶν δʼ ὑπὲρ σωτηρίας ἀγωνιζομένων· τέλος γε μὴν ἐτράπησαν οἱ παρεισπεπτωκότες τῶν Αἰτωλῶν.
由于卫城没有城墙,而且战斗是短兵相接、人自为战,起初的战斗正如预料的那样激烈,因为一方是为了祖国和孩子而战,另一方则是为了自己的生存而战;但最终,闯入的埃托利亚人还是被击退了。
§4.58.8οἱ δʼ Αἰγειρᾶται, λαβόντες ἀφορμὴν ἐγκλίματος, ἐνεργῶς ἐπέκειντο καὶ καταπληκτικῶς τοῖς πολεμίοις. ἐξ οὗ συνέβη τοὺς πλείστους τῶν Αἰτωλῶν διὰ τὴν πτοίαν αὐτοὺς ὑφʼ αὑτῶν φεύγοντας ἐν ταῖς πύλαις συμπατηθῆναι.
艾盖拉人乘敌军退却之机,积极而猛烈地压迫敌军;结果,大多数埃托利亚人在恐慌中逃跑时,在城门口互相践踏而死。
§4.58.9ὁ μὲν οὖν Ἀλέξανδρος ἐν χειρῶν νόμῳ κατʼ αὐτὸν ἔπεσε τὸν κίνδυνον, ὁ δʼ Ἀρχίδαμος ἐν τῷ περὶ τὰς πύλας ὠθισμῷ καὶ πνιγμῷ διεφθάρη.
于是,亚历山大在肉搏战中,在危险的核心处阵亡,而阿耳基达摩斯则在城门附近的拥挤和窒息中丧生。
§4.58.10τὸ δὲ λοιπὸν πλῆθος τῶν Αἰτωλῶν τὸ μὲν συνεπατήθη, τὸ δὲ κατὰ τῶν κρημνῶν φεῦγον ταῖς ἀνοδίαις ἐξετραχηλίσθη.
其余的埃托利亚大众中,一部分被践踏致死,另一部分在沿着无路可循的峭壁逃跑时坠崖折颈而死。
§4.58.11τὸ δὲ καὶ διασωθὲν αὐτῶν μέρος πρὸς τὰς ναῦς, ἐρριφὸς τὰ ὅπλα παναίσχρως, ἅμα δʼ ἀνελπίστως ἐποιήσατο τὸν ἀπόπλουν.
至于逃回船上的那部分人,则极其可耻地丢弃了武器,同时出乎意料地乘船撤退。
§4.58.12Αἰγειρᾶται μὲν οὖν, διὰ τὴν ὀλιγωρίαν ἀποβαλόντες τὴν πατρίδα, διὰ τὴν εὐψυχίαν καὶ γενναιότητα πάλιν ἔσωσαν παραδόξως.
这样,艾盖拉人因疏忽大意而失去了祖国,又因勇气和高贵再次奇迹般地挽救了它。

词汇与语法注释

  1. §4.58.2οἷς μὲν ἐπέστησαν — 关系代名词 οἷς 为与格,省去了其先行词 οὗτοι(该词构成了主句动词 ἐτρέποντο 的部分主语),形成了“那些敌军闯入其家中的人……”的句式结构。
  2. §4.58.2ὡς ἤδη βεβαίως αὐτῆς κεκρατημένης — 连词 ὡς 引导属格绝对(αὐτῆς κεκρατημένης,其中 αὐτῆς 指代城市),表示主句主语(逃跑的市民)主观上的认定或原因(“以为……”)。
  3. §4.58.5ὑπολαμβάνοντες ... τρέψασθαι — 动词不定式 τρέψασθαι(不定过去时中动因)作为分词 ὑπολαμβάνοντες 的补足不定式,表示他们“能够击退/意图击退”的预期或企图。
  4. §4.58.8αὐτοὺς ὑφʼ αὑτῶν — 代名词 αὐτούς(作不定式的主语)与反身代名词 ὑφʼ αὑτῶν 连用,强调了相互之间的作用,意为“他们自己被自己人”(即“互相踩踏”)。

引用这一段

波利比奥斯, 历史 §4.58.1-4.58.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.58.1-4.58.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。