Humanitext Reader

波利比奥斯 · 历史 §4.60.1-4.60.10

阿开亚西部各邦的自卫与脱离同盟义务

第 337 段,共 1311 段 · 希腊语

内容简介

由于对阿拉托斯的及时援助感到绝望,迪梅、法赖和特里泰亚的居民商定停止向阿开亚同盟缴纳税款,并建立自己的雇佣军。波里比乌斯在理解其自卫需求的同时,谴责了他们拒绝履行同盟义务的行为,并将这一绝望局面的主要责任归咎于阿拉托斯。

§4.60.1οἱ δὲ Δυμαῖοι καὶ Φαραιεῖς καὶ Τριταιεῖς, ἠλαττωμένοι μὲν περὶ τὴν βοήθειαν, δεδιότες δὲ τὸ μέλλον ἐκ τῆς τοῦ φρουρίου καταλήψεως, τὸ μὲν πρῶτον ἔπεμπον ἀγγέλους πρὸς τὸν στρατηγὸν τῶν Ἀχαιῶν, δηλοῦντες τὰ γεγονότα καὶ δεόμενοι σφίσι βοηθεῖν· μετὰ δὲ ταῦτα πρεσβευτὰς ἐξαπέστελλον τοὺς περὶ τῶν αὐτῶν ἀξιώσοντας.
迪梅人、法赖人和特里泰亚人在救援行动中遭受了挫折,并因要塞被占领而对未来感到担忧,起初派使者去见阿开亚同盟的将军,报告所发生的事情并恳求他给予援助;在此之后,他们又派遣使节提出同样的请求。
§4.60.2ὁ δʼ Ἄρατος οὔτε τὸ ξενικὸν ἐδύνατο συστήσασθαι διὰ τὸ κατὰ τὸν Κλεομενικὸν πόλεμον ἐλλελοιπέναι τινὰ τῶν ὀψωνίων τοὺς Ἀχαιοὺς τοῖς μισθοφόροις, καθόλου τε ταῖς ἐπιβολαῖς καὶ συλλήβδην πᾶσι τοῖς τοῦ πολέμου πράγμασιν ἀτόλμως ἐχρῆτο καὶ νωθρῶς.
然而,由于在克里昂米尼战争期间,阿开亚人曾拖欠雇佣兵的部分薪饷,阿拉托斯无法组建雇佣军,而且总的来说,他在企图上,简言之在所有的军事事务中,都表现得缺乏胆量且行动迟缓。
§4.60.3διόπερ ὅ τε Λυκοῦργος εἷλε τὸ τῶν Μεγαλοπολιτῶν Ἀθήναιον, ὅ τʼ Εὐριπίδας ἑξῆς τοῖς εἰρημένοις Γόρτυναν τῆς Τελφουσίας.
因此,莱库格斯攻占了属于美加洛波利斯人的阿特奈翁,而欧里皮达斯紧接着前述事件,占领了泰尔普萨领土内的戈尔蒂纳。
§4.60.4οἵ τε Δυμαῖοι καὶ Φαραιεῖς καὶ Τριταιεῖς, δυσελπιστήσαντες ἐπὶ ταῖς τοῦ στρατηγοῦ βοηθείαις, συνεφρόνησαν ἀλλήλοις εἰς τὸ τὰς μὲν κοινὰς εἰσφορὰς τοῖς Ἀχαιοῖς μὴ τελεῖν, §4.60.5ἰδίᾳ δὲ συστήσασθαι μισθοφόρους, πεζοὺς μὲν τριακοσίους, ἱππεῖς δὲ πεντήκοντα, καὶ διὰ τούτων ἀσφαλίζεσθαι τὴν χώραν.
迪梅人、法赖人和特里泰亚人对将军的援助感到绝望,于是彼此商定,不再向阿开亚同盟缴纳共同的摊派款,而是私下组建一支由三百名步兵和五十名骑兵组成的雇佣军,并借由他们来确保自己领土的安全。
§4.60.6τοῦτο δὲ πράξαντες ὑπὲρ μὲν τῶν καθʼ αὑτοὺς πραγμάτων ἐνδεχομένως ἔδοξαν βεβουλεῦσθαι, περὶ δὲ τῶν κοινῶν τἀναντία· πονηρᾶς γὰρ ἐφόδου καὶ προφάσεως τοῖς βουλομένοις διαλύειν τὸ ἔθνος ἐδόκουν ἀρχηγοὶ καὶ καθηγεμόνες γεγονέναι.
通过采取这一行动,他们被认为在维护自身利益方面做出了可行的考量,但在共同事务上却恰恰相反;因为他们似乎为那些企图解散联邦的人提供了恶劣的开端和借口,成为了倡导者和引领者。
§4.60.7ταύτης δὲ τῆς πράξεως τὸ μὲν πλεῖστον τῆς αἰτίας ἐπὶ τὸν στρατηγὸν ἄν τις ἀναφέροι δικαίως τὸν ὀλιγωροῦντα καὶ καταμέλλοντα καὶ προϊέμενον ἀεὶ τοὺς δεομένους.
但对于这一行为,人们大可公正地将最大部分的责任归咎于这位将军,因为他玩忽职守、拖延不决,总是抛弃那些需要帮助的人。
§4.60.8πᾶς γὰρ ὁ κινδυνεύων, ἕως μὲν ἄν τινος ἐλπίδος ἀντέχηται παρὰ τῶν οἰκείων καὶ συμμάχων, προσανέχειν φιλεῖ ταύταις· ὅταν δὲ δυσχρηστῶν ἀπογνῷ, τότʼ ἤδη βοηθεῖν ἀναγκάζεθʼ αὑτῷ κατὰ δύναμιν.
因为每一个处于危险中的人,只要还能抱有来自亲友和盟友的某种希望,就习惯于依赖他们;但当他在困境中对此感到绝望时,那时他便被迫根据自己的能力来自己拯救自己。
§4.60.9διὸ καὶ Τριταιεῦσι καὶ Φαραιεῦσι καὶ Δυμαίοις, ὅτι μὲν ἰδίᾳ συνεστήσαντο μισθοφόρους, καταμέλλοντος τοῦ τῶν Ἀχαιῶν ἡγεμόνος, οὐκ ἐγκλητέον· ὅτι δὲ τὰς εἰς τὸ κοινὸν εἰσφορὰς ἀπεῖπαν, μεμψιμοιρητέον.
因此,对于特里泰亚人、法赖人和迪梅人,在阿开亚同盟的领导者拖延不决时,他们私自组建雇佣军一事是不应受指责的;但对于他们拒绝向公共基金纳税一事,则必须予以谴责。
§4.60.10ἐχρῆν γὰρ τὴν μὲν ἰδίαν χρείαν μὴ παραλιπεῖν, εὐκαιροῦντάς γε δὴ καὶ δυναμένους, τὰ δὲ πρὸς τὴν κοινὴν πολιτείαν δίκαια συντηρεῖν, ἄλλως τε δὴ καὶ κομιδῆς ὑπαρχούσης ἀδιαπτώτου κατὰ τοὺς κοινοὺς νόμους, τὸ δὲ μέγιστον, γεγονότας ἀρχηγοὺς τοῦ τῶν Ἀχαιῶν συστήματος.
因为既然他们有此机会和能力,就不该忽视自身的私人需要,而同时应该维护对共同城邦的义务,尤其是根据共同法律存在着确凿无疑的回报,而最重要的一点在于,他们曾是阿开亚同盟体制的奠基人。

词汇与语法注释

  1. §4.60.2διὰ τὸ κατὰ τὸν Κλεομενικὸν πόλεμον ἐλλελοιπέναι τινὰ τῶν ὀψωνίων τοὺς Ἀχαιοὺς τοῖς μισθοφόροις — 在由 διὰ τὸ 引导的动名词短语中,宾格的 τοὺς Ἀχαιοὺς 充当不定式 ἐλλελοιπέναι(现在完成时,此处意为“拖欠”)的逻辑主语。另一个宾格短语 τινὰ τῶν ὀψωνίων 是直接宾语,而与格的 τοῖς μισθοφόροις 则作为间接宾语(“给雇佣兵”)。
  2. §4.60.4εἰς τὸ τὰς μὲν κοινὰς εἰσφορὰς τοῖς Ἀχαιοῖς μὴ τελεῖν, ἰδίᾳ δὲ συστήσασθαι μισθοφόρους — 表示目的或结果的介词短语 εἰς τὸ 不仅支配第一个带否定的不定式 μὴ τελεῖν,还通过连词 δέ 与随后的不定式 συστήσασθαι(以及接下来的 ἀσφαλίζεσθαι)相协调,涵盖了他们协定(συνεφρόνησαν)的全部内容。
  3. §4.60.10κομιδῆς ὑπαρχούσης ἀδιαπτώτου — 这是一个属格绝对结构,意为“存在确凿无疑的收回(或补偿)”。名词 κομιδή 在此指法律上的偿还或保障措施,表明在同盟的共同法律下,垫付的费用等可以得到可靠的退还。
  4. §4.60.10γεγονότας — 这是一个宾格复数的现在完成分词,在性、数、格上与由过去时无人称动词 ἐχρῆν(“本应当”)所支配的不定式(μὴ παραλιπεῖν, συντηρεῖν)的隐含主语(宾格形式的“他们自己”)相一致,起附加说明的作用。

引用这一段

波利比奥斯, 历史 §4.60.1-4.60.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.60.1-4.60.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。