Humanitext Reader

波利比奥斯 · 历史 §4.43.1-4.43.10

海峡地形与流向拜占庭的洋流路径

第 320 段,共 1311 段 · 希腊语

内容简介

本节描述了拜占庭周边海峡的地形,并详细说明了独特的洋流路线——该洋流从欧洲一侧的赫尔迈翁开始,在亚洲和欧洲两岸之间多次反弹碰撞,最终流向拜占庭。

§4.43.1τοῦ δὴ στόματος τοῦ τὸν Πόντον καὶ τὴν Προποντίδα συνάπτοντος ὄντος ἑκατὸν εἴκοσι σταδίων τὸ μῆκος, καθάπερ ἀρτίως εἶπον, καὶ τοῦ μὲν Ἱεροῦ τὸ πρὸς τὸν Πόντον πέρας ὁρίζοντος, τοῦ δὲ κατὰ Βυζάντιον διαστήματος τὸ πρὸς τὴν Προποντίδα, §4.43.2μεταξὺ τούτων ἐστὶν Ἑρμαῖον, τῆς Εὐρώπης ἐπὶ προοχῆς τινος ἀκρωτηριαζούσης ἐν τῷ στόματι κείμενον, ὃ τῆς μὲν Ἀσίας ἀπέχει περὶ πέντε στάδια, κατὰ τὸν στενώτατον δὲ τόπον ὑπάρχει τοῦ παντὸς στόματος· ᾗ καὶ Δαρεῖον ζεῦξαί φασι τὸν πόρον, καθʼ ὃν χρόνον ἐποιεῖτο τὴν ἐπὶ Σκύθας διάβασιν.
正如我刚才所说,连接黑海与马尔马拉海的海峡全长为一百二十斯塔德,虽然神殿界定了靠近黑海的一端,而靠近拜占庭的区域则界定了靠近马尔马拉海的一端,在这两者之间坐落着赫尔迈翁,它位于海峡中欧洲一侧呈海岬状突出的地方,距离亚洲约有五斯塔德,处于整个海峡最狭窄的地方;据说,达赖乌斯在进行针对斯基泰人的远征时,就是在这里为这一水道架设桥梁的。
§4.43.3κατὰ μὲν δὴ τὸν ἄλλον τόπον ἀπὸ τοῦ Πόντου παραπλήσιός ἐστιν ἡ φορὰ τοῦ ῥεύματος διὰ τὴν ὁμοιότητα τῶν παρʼ ἑκάτερον τὸ μέρος τῷ στόματι παρηκόντων τόπων· §4.43.4ἐπὰν δʼ εἰς τὸ τῆς Εὐρώπης Ἑρμαῖον, ᾗ στενώτατον ἔφαμεν εἶναι, φερόμενος ἐκ τοῦ Πόντου καὶ συγκλειόμενος ὁ ῥοῦς βίᾳ προσπέσῃ, τότε δὴ τραπεὶς ὥσπερ ἀπὸ πληγῆς ἐμπίπτει τοῖς ἀντιπέρας τῆς Ἀσίας τόποις.
在其他地方,由于海峡两侧绵延的土地地形相似,来自黑海的流向基本是平行的;但是,当来自黑海并因受挤压而势头凶猛的洋流冲向欧洲一侧的赫尔迈翁(我们说过这里是最狭窄的地方)时,它便如受重击般改变方向,猛烈地冲向对岸的亚洲地区。
§4.43.5ἐκεῖθεν δὲ πάλιν, οἷον ἐξ ὑποστροφῆς, τὴν ἀνταπόδοσιν ποιεῖται πρὸς τὰ περὶ τὰς Ἑστίας ἄκρα καλούμενα τῆς Εὐρώπης.
然后从那里,它又仿佛反弹一般,折向被称为赫斯提亚伊的欧洲岬角附近。
§4.43.6ὅθεν αὖθις ὁρμήσας προσπίπτει πρὸς τὴν Βοῦν καλουμένην, ὅς ἐστι τῆς Ἀσίας τόπος, ἐφʼ ὃν ἐπιστῆναί φασι πρῶτον οἱ μῦθοι τὴν Ἰὼ περαιωθεῖσαν.
它从那里再次冲出,撞向被称为布斯的地方,这是亚洲的一个地点,神话中传说伊奥在渡海后首先在此登岸。
§4.43.7πλὴν ὅ γε ῥοῦς τὸ τελευταῖον ὁρμήσας ἀπὸ τῆς Βοὸς ἐπʼ αὐτὸ φέρεται τὸ Βυζάντιον, περισχισθεὶς δὲ περὶ τὴν πόλιν βραχὺ μὲν εἰς τὸν κόλπον αὑτοῦ διορίζει τὸν καλούμενον Κέρας, τὸ δὲ πλεῖον πάλιν ἀπονεύει.
然而,洋流最终从布斯冲出,直接奔向拜占庭本身,并在该城周围分流,其一小部分注入被称为角湾的港湾,而大部分则再次转向他处。
§4.43.8διευτονεῖν μὲν οὖν οὐκέτι δύναται πρὸς τὴν ἀντιπέρας χώραν, ἐφʼ ἧς ἐστι Καλχηδών· §4.43.9πλεονάκις γὰρ τὴν ἀνταπόδοσιν πεποιημένος, καὶ τοῦ πόρου πλάτος ἔχοντος, ἤδη περὶ τοῦτον τὸν τόπον ἐκλυόμενος ὁ ῥοῦς οὐκέτι βραχείας πρὸς ὀξεῖαν γωνίαν ποιεῖται τὰς ἀνακλάσεις ἐπὶ τὴν περαίαν, ἀλλὰ μᾶλλον πρὸς ἀμβλεῖαν· §4.43.10διόπερ ἀπολιπὼν τὴν τῶν Καλχηδονίων πόλιν φέρεται
因此,洋流已无法再强劲地直冲向对岸迦克墩所在的土地;因为在经历了多次反弹,且水道变宽之后,此时在该区域已逐渐减弱的洋流,不再以急剧的锐角向对岸折射,而是更倾向于以钝角折射;因此,它避开了迦克墩人的城市,流向……

词汇与语法注释

  1. §4.43.1τοῦ δὴ στόματος ... ὁρίζοντος — 从句首开始的一系列属格独立结构(τοῦ στόματος ... ὄντος, τοῦ μὲν Ἱεροῦ ... ὁρίζοντος, τοῦ δὲ ... διαστήματος ...)。在最后一个分句“τοῦ δὲ κατὰ Βυζάντιον διαστήματος τὸ πρὸς τὴν Προποντίδα”中,省略了前句的分词“ὁρίζοντος”,需要在理解时予以补全。
  2. §4.43.4ἐπὰν δʼ ... ὁ ῥοῦς ... προσπέσῃ — 一般条件句结构。修饰主语“ὁ ῥοῦς”的先行分词“φερόμενος”(被带至)和“συγκλειόμενος”(被压缩)夹在中间,整个结构由“ἐπάν(ἐπεὶ ἄν)”引导并作用于虚拟语气动词“προσπέσῃ”。主句为“τότε δὴ ... ἐμπίπτει”。
  3. §4.43.9βραχείας πρὸς ὀξεῖαν γωνίαν — 关于“βραχείας”的理解。此处它作为副词性修饰语限定“ὀξεῖαν γωνίαν”,或者作为双重限定表示“急剧且尖锐的角度”。与“πρὸς ἀμβλεῖαν”(以钝角形式)相对比,它几何学地描绘了水流不再以急剧的锐角折射向对岸。

引用这一段

波利比奥斯, 历史 §4.43.1-4.43.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.43.1-4.43.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。