Humanitext Reader

波利比奥斯 · 历史 §4.45.1-4.45.10

色雷斯人的不断侵略与拜占庭的陆上困境

第 322 段,共 1311 段 · 希腊语

内容简介

叙述了拜占庭在陆地上面临的严重地缘政治劣势:他们被色雷斯人包围,饱受无数部落和首领的无休止入侵,辛勤收获的作物屡遭掠夺,承受着坦塔罗斯式的痛苦。

§4.45.1ἀκαιρίαν τὰ μέλλοντα ῥηθήσεσθαι.
带来不便的,正是接下来要说的这些事。
τῆς γὰρ Θρᾴκης κύκλῳ περιεχούσης αὐτῶν τὴν χώραν οὕτως ὥστʼ ἐκ θαλάττης εἰς θάλατταν καθήκειν, ἀίδιον ἔχουσι πόλεμον καὶ δυσχερῆ πρὸς τούτους.
因为色雷斯将他们的土地包围,以至于从海一直延伸到海,所以他们与这些人之间有着持久而艰难的战争。
§4.45.2οὔτε γὰρ παρασκευασάμενοι καὶ κρατήσαντες αὐτῶν εἰσάπαξ ἀποτρίψασθαι τὸν πόλεμον οἷοί τʼ εἰσὶ διὰ τὸ πλῆθος καὶ τῶν ὄχλων καὶ τῶν δυναστῶν· §4.45.3ἐὰν τοῦ γὰρ ἑνὸς περιγένωνται, τρεῖς ἐπιβαίνουσιν ἐπὶ τὴν τούτων χώραν ἄλλοι βαρύτεροι δυνάσται.
因为由于色雷斯部族和首领的数量极多,拜占庭人无法通过做好准备并一次性战胜他们来彻底摆脱战争;因为即使他们战胜了一个首领,另外三个更难对付的首领又会侵入他们的领土。
§4.45.4καὶ μὴν οὐδʼ εἴξαντες καὶ συγκαταβάντες εἰς φόρους καὶ συνθήκας οὐδὲν ποιοῦσι πλέον· ἂν γὰρ ἑνὶ πρόωνταί τι, πενταπλασίους διʼ αὐτὸ τοῦτο πολεμίους εὑρίσκουσι.
而且,即使他们屈服并同意缴纳贡赋和签订协定,也毫无益处;因为如果他们向一个首领让步,正是因为这个原因,他们会发现五倍于此的敌人。
§4.45.5διόπερ ἀιδίῳ συνέχονται καὶ δυσχερεῖ πολέμῳ· τί γὰρ ἐπισφαλέστερον ἀστυγείτονος καὶ βαρβάρου πολέμου;
因此,他们被持久而艰难的战争所困扰;因为有什么比与邻近的蛮族发生战争更危险的呢?
§4.45.6τί δεινότερον;
有什么比这更可怕的呢?
οὐ μὴν ἀλλὰ τούτοις τὸ παράπαν κακοῖς παλαίοντες κατὰ γῆν, χωρὶς τῶν ἄλλων τῶν παρεπομένων τῷ πολέμῳ κακῶν, ὑπομένουσί τινα καὶ τιμωρίαν Ταντάλειον κατὰ τὸν ποιητήν· §4.45.7ἔχοντες γὰρ χώραν γενναιοτάτην, ὅταν διαπονήσωσι ταύτην καὶ γένηται τὸ τῶν καρπῶν πλῆθος τῷ κάλλει διαφέρον, κἄπειτα παραγενηθέντες οἱ βάρβαροι τοὺς μὲν καταφθείρωσι, τοὺς δὲ συναθροίσαντες ἀποφέρωσι, §4.45.8τότε δὴ χωρὶς τῶν ἔργων καὶ τῆς δαπάνης καὶ τὴν καταφθορὰν θεώμενοι διὰ τὸ κάλλος τῶν καρπῶν σχετλιάζουσι καὶ βαρέως φέρουσι τὸ συμβαῖνον.
然而,尽管他们在陆地上与这些灾难进行着全面的搏斗,除了战争带来的其他灾难之外,他们还承受着正如诗人所说的某种坦塔罗斯式的惩罚:因为他们拥有一片极其肥沃的土地,当他们辛勤耕耘、作物丰收且品质极其优异时,蛮族随之到来,有的将其毁坏,有的则搜刮一空并夺走,就在那时,且不说他们的劳作和开销,仅因作物的优异而眼睁睁看着它们被毁,他们就无比痛苦,沉重地承受着发生的一切。
§4.45.9ἀλλʼ ὅμως τὸν μὲν ἀπὸ τῶν Θρᾳκῶν πόλεμον κατὰ τὴν συνήθειαν ἀναφέροντες ἔμενον ἐπὶ τῶν ἐξ ἀρχῆς δικαίων πρὸς τοὺς Ἕλληνας· §4.45.10προσεπιγενομένων δὲ Γαλατῶν αὐτοῖς τῶν περὶ Κομοντόριον
然而,他们照例承受着与色雷斯人的战争,同时坚守着起初对希腊人所负的义务;但当科蒙托里乌斯率领的加拉太人也随之袭击他们时……

词汇与语法注释

  1. 4.45.1ἀκαιρίαν τὰ μέλλοντα ῥηθήσεσθαι — 此句与前一章末尾(§4.44.11)的“τὰ δὲ τὴν κατὰ γῆν...”连成一句话,其中省略了动词及对应成分。应补足理解为:“τὰ δὲ τὴν κατὰ γῆν [ποιοῦντα] ἀκαιρίαν [ἐστὶ] τὰ μέλλοντα ῥηθήσεσθαι”。主语是中性复数名词短语 τὰ μέλλοντα ῥηθήσεσθαι(接下来将要说明的事),其逻辑结构为“[带来]陆地上不便的[是]接下来将要说明的事”。
  2. 4.45.7ὅταν διαπονήσωσι ταύτην — 自 §4.45.7 处的 ὅταν 开始的极其冗长的实践/条件从句,支配了多个虚拟语气动词(διαπονήσωσι、γένηται、καταφθείρωσι、ἀποφέρωσι),历经中间插入的诸多成分后,最终被 §4.45.8 开头的副词短语 τότε δὴ(就在那时)收束,并引入主句的主要动词(σχετλιάζουσι καὶ βαρέως φέρουσι)。由于句子结构长且呈嵌套状,需注意把握句子的核心骨架。
  3. 4.45.9ἀναφέροντες — 分词 ἀναφέροντες(来自 ἀναφέρω)在此处意为“承受、忍耐(战争或困难)”。或者,它与宾格的 τὸν ... πόλεμον 连用,也可以解释为“将(与色雷斯人的)战争归因于惯例(τὴν συνήθειαν)”,即视其为理所当然。无论采用哪种解释,都表明了他们将战争带来的灾难当作日常现实默默承受并坚持下去的境遇。

引用这一段

波利比奥斯, 历史 §4.45.1-4.45.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.45.1-4.45.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。