§4.40.1ρίας, ἧς ἀκριβεστέραν εὑρεῖν οὐ ῥᾴδιον·
观察,要找到比这更精确的观察并非易事。
ἐπεὶ δʼ ἐπὶ τὸν τόπον ἐπέστημεν, οὐδὲν ἀφετέον ἀργὸν οὐδʼ ἐν αὐτῇ τῇ φάσει κείμενον, ὅπερ οἱ πλεῖστοι ποιεῖν εἰώθασι τῶν συγγραφέων, ἀποδεικτικῇ δὲ μᾶλλον τῇ διηγήσει χρηστέον, ἵνα μηδὲν ἄπορον ἀπολείπωμεν τῶν ζητουμένων τοῖς φιληκόοις.
既然我们已经着手探讨这一课题,就决不能留下任何未加说明或仅作为空洞论断的内容——而这正是大多数历史学家习惯的做法——相反,我们应当采用论证性的叙述,以便不给好学的读者留下任何未决的疑问。
§4.40.2τοῦτο γὰρ ἴδιόν ἐστι τῶν νῦν καιρῶν, ἐν οἷς πάντων πλωτῶν καὶ πορευτῶν γεγονότων οὐκ ἂν ἔτι πρέπον εἴη ποιηταῖς καὶ μυθογράφοις χρῆσθαι μάρτυσι περὶ τῶν ἀγνοουμένων, §4.40.3ὅπερ οἱ πρὸ ἡμῶν πεποιήκασι περὶ τῶν πλείστων, ἀπίστους ἀμφισβητουμένων παρεχόμενοι βεβαιωτὰς κατὰ τὸν Ἡράκλειτον, πειρατέον δὲ διʼ αὐτῆς τῆς ἱστορίας ἱκανὴν παριστάναι πίστιν τοῖς ἀκούουσι.
因为这正是我们当今时代的特征,在这个所有水路和陆路都已畅通的时代,若再以诗人和神话作者作为未知事物的见证者,便不再妥当了,这正是我们的前人在大多数事情上所做的,如赫拉克利特所说,他们为有争议的事物提供了不可靠的保证人;我们应当努力通过历史叙述本身,向听众呈现出充足的可信度。
§4.40.4φαμὲν δὴ χώννυσθαι μὲν καὶ πάλαι καὶ νῦν τὸν Πόντον, χρόνῳ γε μὴν ὁλοσχερῶς ἐγχωσθήσεσθαι τήν τε Μαιῶτιν καὶ τοῦτον, μενούσης γε δὴ τῆς αὐτῆς τάξεως περὶ τοὺς τόπους, καὶ τῶν αἰτίων τῆς ἐγχώσεως ἐνεργούντων κατὰ τὸ συνεχές.
确实,我们断言,黑海无论过去还是现在都在淤积,而且随着时间的推移,只要这些地区的空间秩序保持不变,且淤积的原因持续不断地起作用,迈欧提斯湖和黑海都将被彻底填满。
§4.40.5ὅταν γὰρ ὁ μὲν χρόνος ἄπειρος ᾖ, τὰ δὲ κοιλώματα πάντη πάντως ὡρισμένα, δῆλον ὡς, κἂν τὸ τυχὸν εἰσφέρηται, πληρωθήσονται τῷ χρόνῳ.
因为当时间是无限的,而盆地在各方面都是有限且确定的时候,显而易见,即使带入的只是微不足道的东西,随着时间的流逝,它们也终将被填满。
§4.40.6κατὰ φύσιν γὰρ τὸ πεπερασμένον ἐν ἀπείρῳ χρόνῳ συνεχῶς γινόμενον ἢ φθειρόμενον, κἂν κατʼ ἐλάχιστον γίνηται — τοῦτο γὰρ νοείσθω νῦν — ἀνάγκη τελειωθῆναι κατὰ τὴν πρόθεσιν.
因为在自然规律中,有限之物在无限时间中持续不断地增加或减少,即使是以极微小的幅度发生——这就是我们现在需要设想的——也必然会按照预设的趋势最终完成。
§4.40.7ὅταν δὲ μὴ τὸ τυχόν, ἀλλὰ καὶ λίαν πολύς τις εἰσφέρηται χοῦς, φανερὸν ὡς οὐ ποτέ, ταχέως δὲ συμβήσεται γενέσθαι τὸ νῦν δὴ λεγόμενον ὑφʼ ἡμῶν.
更何况带入的并非微不足道之物,而是极其大量的泥沙,显而易见,我们刚才所说的情况绝非遥不可及,而是很快就会发生。
§4.40.8ὃ δὴ καὶ φαίνεται γινόμενον.
而这正是显而易见正在发生的事。
τὴν μὲν οὖν Μαιῶτιν ἤδη κεχῶσθαι συμβαίνει· τὸ γάρ τοι πλεῖστον αὐτῆς μέρος ἐν ἑπτὰ καὶ πέντε ὀργυιαῖς ἐστι· διὸ καὶ πλεῖν αὐτὴν οὐκέτι δύνανται ναυσὶ μεγάλαις χωρὶς καθηγεμόνος.
事实上,迈欧提斯湖现在便已经淤塞了,因为其大部分区域的深度仅在五至七寻之间,因此,若没有向导指引,大船已无法在其中航行。
§4.40.9οὖσά τʼ ἐξ ἀρχῆς θάλαττα σύρρους τῷ Πόντῳ, καθάπερ οἱ παλαιοὶ συμφωνοῦσι, νῦν ἐστι λίμνη γλυκεῖα, τῆς μὲν θαλάττης ἐκπεπιεσμένης ὑπὸ τῶν ἐγχωμάτων, τῆς δὲ τῶν ποταμῶν εἰσβολῆς ἐπικρατούσης.
它最初是一片与黑海相通并一同流动的海域,正如古人们一致赞同的那样,而如今已变成了一个淡水湖,因为海水已被淤积的泥沙挤出,而河流的注入占据了绝对优势。
§4.40.10ἔσται δὲ καὶ περὶ τὸν Πόντον παραπλήσιον, καὶ γίνεται νῦν· ἀλλʼ οὐ λίαν τοῖς πολλοῖς ἐστι καταφανὲς διὰ τὸ μέγεθος τοῦ κοιλώματος.
黑海也将发生类似的情况,而且现在正在发生;只是由于盆地的巨大,大多数人看得并不十分清楚。
τοῖς μέντοι γε βραχέα συνεπιστήσασι καὶ νῦν
然而,对于那些哪怕稍加留意的人来说,甚至在现在