Humanitext Reader

波利比奥斯 · 历史 §4.38.1-4.38.13

拜占庭的地理要冲地位与海上贸易

第 315 段,共 1311 段 · 希腊语

内容简介

作为罗德斯向拜占庭宣战的背景,作者解释了拜占庭的地理状况,特别是其作为控制黑海入口的海上要冲的重要性及其对整个希腊的经济贡献,并阐明了详细叙述其地理特征的意图。

§4.38.1τοιαύτας αἰτίας.
……正是由于这些原因。
Βυζάντιοι κατὰ μὲν θάλατταν εὐκαιρότατον οἰκοῦσι τόπον καὶ πρὸς ἀσφάλειαν καὶ πρὸς εὐδαιμονίαν πάντη τῶν ἐν τῇ καθʼ ἡμᾶς οἰκουμένῃ, κατὰ δὲ γῆν πρὸς ἀμφότερα πάντων ἀφυέστατον.
拜占庭人在海上占据了我们所知的居住世界中无论对安全还是对繁荣都最为有利的地点,但在陆地上,这个地点在两方面都是最不利的。
§4.38.2κατὰ μὲν γὰρ θάλατταν οὕτως ἐπίκεινται τῷ στόματι τοῦ Πόντου κυρίως ὥστε μήτʼ εἰσπλεῦσαι μήτʼ ἐκπλεῦσαι μηδένα δυνατὸν εἶναι τῶν ἐμπόρων χωρὶς τῆς ἐκείνων βουλήσεως.
因为在海上,他们如此完全地控制着黑海的入口,以至于没有一个商人能违背他们的意愿驶入或驶出。
§4.38.3ἔχοντος δὲ τοῦ Πόντου πολλὰ τῶν πρὸς τὸν βίον εὐχρήστων τοῖς ἄλλοις ἀνθρώποις, πάντων εἰσὶ τούτων κύριοι Βυζάντιοι.
由于黑海拥有许多对其他人类生活极其有用的东西,拜占庭人便成了所有这些东西的主宰。
§4.38.4πρὸς μὲν γὰρ τὰς ἀναγκαίας τοῦ βίου χρείας τά τε θρέμματα καὶ τὸ τῶν εἰς τὰς δουλείας ἀγομένων σωμάτων πλῆθος οἱ κατὰ τὸν Πόντον ἡμῖν τόποι παρασκευάζουσι δαψιλέστατον καὶ χρησιμώτατον ὁμολογουμένως· πρὸς δὲ περιουσίαν μέλι, κηρόν, τάριχος ἀφθόνως ἡμῖν χορηγοῦσι.
因为对于生活的必需,黑海沿岸地区公认向我们提供了最丰富、最实用的牲畜和大量被贩卖为奴隶的人口;而对于富余的享受,他们则慷慨地向我们提供蜂蜜、蜂蜡和咸鱼。
§4.38.5δέχονται γε μὴν τῶν ἐν τοῖς παρʼ ἡμῖν τόποις περιττευόντων ἔλαιον καὶ πᾶν οἴνου γένος· σίτῳ δʼ ἀμείβονται, ποτὲ μὲν εὐκαίρως διδόντες, ποτὲ δὲ λαμβάνοντες.
另一方面,他们接受我们地区所多余的橄榄油和各种葡萄酒;至于粮食,他们则进行交换,有时在方便时提供,有时则进口。
§4.38.6πάντων δὴ τούτων ἢ κωλύεσθαι δέον ἦν ὁλοσχερῶς τοὺς Ἕλληνας ἢ τελέως ἀλυσιτελῆ γίνεσθαι σφίσι τὴν ἀλλαγὴν αὐτῶν, Βυζαντίων ἤτοι βουλομένων ἐθελοκακεῖν καὶ συνδυάζειν ποτὲ μὲν Γαλάταις, τοτὲ δὲ πλείονα Θρᾳξὶν ἢ τὸ παράπαν μὴ κατοικούντων τοὺς τόπους·
如果拜占庭人故意怠慢,时而与加拉太人勾结,时而又更多地与色雷斯人勾结,或者如果他们根本不居住在这些地方,那么希腊人要么必须完全被阻绝于所有这些物资,要么这些物资的交换对他们来说将变得完全无利可图。
§4.38.7διά τε γὰρ τὴν στενότητα τοῦ πόρου καὶ τὸ παρακείμενον πλῆθος τῶν βαρβάρων ἄπλους ἂν ἡμῖν ἦν ὁμολογουμένως ὁ Πόντος.
因为由于水道的狭窄和邻近野蛮人的众多,黑海公认将对我们无法航行。
§4.38.8μέγιστα μὲν οὖν ἴσως αὐτοῖς ἐκείνοις περιγίνεται λυσιτελῆ πρὸς τοὺς βίους διὰ τὰς τῶν τόπων ἰδιότητας· §4.38.9ἅπαν γὰρ τὸ μὲν περιττεῦον παρʼ αὐτοῖς ἐξαγωγῆς, τὸ δὲ λεῖπον εἰσαγωγῆς ἑτοίμου τυγχάνει καὶ λυσιτελοῦς ἄνευ πάσης κακοπαθείας καὶ κινδύνου·
因此,由于该地点的独特性,也许他们自己从中获得了对生计最大的利益;因为他们所有的多余物资都易于出口,而他们所缺乏的物资则无需任何辛劳和危险即可易于且有利地进口。
§4.38.10πολλά γε μὴν καὶ τοῖς ἄλλοις εὔχρηστα διʼ ἐκείνους, ὡς εἰρήκαμεν, ἀπαντᾷ.
此外,正如我们所说,由于他们,也给其他人带来了许多便利。
διὸ καὶ κοινοί τινες ὡς εὐεργέται πάντων ὑπάρχοντες εἰκότως ἂν οὐ μόνον χάριτος, ἀλλὰ καὶ ἐπικουρίας κοινῆς τυγχάνοιεν ὑπὸ τῶν Ἑλλήνων κατὰ τὰς ὑπὸ τῶν βαρβάρων περιστάσεις.
因此,由于他们作为所有人的共同恩人而存在,在面临野蛮人的危难时,他们理所当然不仅应该得到希腊人的感激,还应该得到共同的援助。
§4.38.11ἐπεὶ δὲ παρὰ τοῖς πλείστοις ἀγνοεῖσθαι συνέβαινε τὴν ἰδιότητα καὶ τὴν εὐφυΐαν τοῦ τόπου, διὰ τὸ μικρὸν ἔξω κεῖσθαι τῶν ἐπισκοπουμένων μερῶν τῆς οἰκουμένης, §4.38.12βουλόμεθα δὲ πάντες εἰδέναι τὰ τοιαῦτα, καὶ μάλιστα μὲν αὐτόπται γίνεσθαι τῶν ἐχόντων παρηλλαγμένον τι καὶ διαφέρον τόπων, εἰ δὲ μὴ τοῦτο δυνατόν, ἐννοίας γε καὶ τύπους ἔχειν ἐν αὑτοῖς ὡς ἔγγιστα τῆς ἀληθείας, §4.38.13ῥητέον ἂν εἴη τί τὸ συμβαῖνόν ἐστι καὶ τί τὸ ποιοῦν τὴν τηλικαύτην καὶ τοιαύτην εὐπορίαν τῆς προειρημένης πόλεως.
然而,由于大多数人对该地点的独特性和优越性并不了解,因为它稍微偏离了居住世界中经常被观察到的区域,且我们都希望了解这些事情,尤其是希望亲自目睹那些具有独特和不同特征的地点,如果这不可能,至少在心中拥有尽可能接近真实的理念和轮廓,因此,应当说明实际情况是什么,以及是什么造就了上述城市如此巨大且独特的繁荣。

词汇与语法注释

  1. §4.38.1τοιαύτας αἰτίας. — 该短语直接连接前一章(§4.37.8)末尾的介词短语 `διά τινας`,意思是“由于这些原因(而宣战)”。
  2. §4.38.6Βυζαντίων ἤτοι βουλομένων ... ἢ ... μὴ κατοικούντων — 属格独立分词结构。作为条件从句(“如果……”),对应主句中表示过去非虚拟(违反事实假设)的结句(`δέον ἦν`,`ἂν ἦν`)。
  3. §4.38.9ἐξαγωγῆς, ... τυγχάνει — 动词 `τυγχάνει` 支配属格(`ἐξαγωγῆς`、`εἰσαγωγῆς`),意思是“获得/实现(出口/进口)”。形容词 `ἑτοίμου ... καὶ λυσιτελοῦς` 也修饰这些属格。

引用这一段

波利比奥斯, 历史 §4.38.1-4.38.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.38.1-4.38.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。