Humanitext Reader

波利比奥斯 · 历史 §4.37.1-4.37.8

地中海各方势力军事行动的同时展开

第 314 段,共 1311 段 · 希腊语

内容简介

在阿开亚和埃托利亚的将军换届之际,希腊化世界的各方势力(汉尼拔、罗马、安条克、托勒密、莱库古和腓力)同时展开了各自的军事行动或准备工作。

§4.37.1Ἀράτῳ μὲν οὖν συνέβαινε κατὰ τὸν καιρὸν τοῦτον ἤδη λήγειν τὴν ἀρχήν, Ἄρατον δὲ τὸν υἱὸν αὐτοῦ καθεσταμένον ὑπὸ τῶν Ἀχαιῶν παραλαμβάνειν τὴν στρατηγίαν.
对于老阿拉图斯而言,此时他的任期已届满,而他的儿子小阿拉图斯,已被阿开亚人任命,将接任将军之职。
§4.37.2Αἰτωλῶν δʼ ἐστρατήγει Σκόπας· ὁ δὲ χρόνος αὐτῷ τῆς ἀρχῆς μάλιστα τότε πως διῄρητο· τὰς γὰρ ἀρχαιρεσίας Αἰτωλοὶ μὲν ἐποίουν μετὰ τὴν φθινοπωρινὴν ἰσημερίαν εὐθέως, Ἀχαιοὶ δὲ τότε περὶ τὴν τῆς Πλειάδος ἐπιτολήν.
埃托利亚人的将军是斯科帕斯;他的任期在当时与他们(阿开亚人)的任期正好是错开的;因为埃托利亚人在秋分后立即进行选举,而阿开亚人当时则在昴星团升起前后进行选举。
§4.37.3ἤδη δὲ τῆς θερείας ἐνισταμένης, καὶ μετειληφότος Ἀράτου τοῦ νεωτέρου τὴν στρατηγίαν, ἅμα πάντα τὰ πράγματα τὰς ἐπιβολὰς ἐλάμβανε καὶ τὰς ἀρχάς.
此时夏季已经开始,小阿拉图斯也已接任将军之职,所有事务都同时拉开了序幕并着手进行。
§4.37.4Ἀννίβας μὲν γὰρ ἐνεχείρει κατὰ τοὺς καιροὺς τούτους Ζάκανθαν πολιορκεῖν, Ῥωμαῖοι δὲ Λεύκιον Αἰμίλιον εἰς τὴν Ἰλλυρίδα μετὰ δυνάμεως ἐξαπέστελλον ἐπὶ Δημήτριον τὸν Φάριον· ὑπὲρ ὧν ἐν τῇ προτέρᾳ βύβλῳ δεδηλώκαμεν.
因为汉尼拔正是在此时着手包围萨贡托,而罗马人则派遣路奇乌斯·埃米利乌斯率军前往伊利里亚对抗法罗斯的德米特里乌斯;关于这些事情,我们在前一卷中已经说明过了。
§4.37.5Ἀντίοχος δέ, Πτολεμαΐδα καὶ Τύρον παραδόντος αὐτῷ Θεοδότου, τοῖς κατὰ Κοίλην Συρίαν ἐγχειρεῖν ἐπεβάλλετο· Πτολεμαῖος δὲ περὶ παρασκευὴν ἐγίνετο τοῦ πρὸς Ἀντίοχον πολέμου.
而安条克,因塞奥多托斯向其献出托勒迈斯和泰尔,正企图对柯里叙利亚动手;托勒密则正致力于准备针对安条克的战争。
§4.37.6Λυκοῦργος δʼ ἀπὸ τῶν ὁμοίων βουλόμενος ἄρχεσθαι Κλεομένει, τὸ τῶν Μεγαλοπολιτῶν Ἀθήναιον ἐπολιόρκει προσεστρατοπεδευκώς. Ἀχαιοὶ δὲ μισθοφόρους ἱππεῖς καὶ πεζοὺς ἥθροιζον εἰς τὸν περιεστῶτα πόλεμον·
莱库古则希望以与克莱奥梅尼相同的方式开始,在美加洛波利斯人的阿典奈翁附近扎营并对其进行围攻;而阿开亚人则在为迫在眉睫的战争募集雇佣骑兵和步兵。
§4.37.7Φίλιππος δʼ ἐκ Μακεδονίας ἐκίνει μετὰ τῆς δυνάμεως, ἔχων Μακεδόνων φαλαγγίτας μὲν μυρίους, πελταστὰς δὲ πεντακισχιλίους, ἅμα δὲ τούτοις ἱππεῖς ὀκτακοσίους.
腓力率领军队自马其顿出发,拥有一万马其顿方阵兵、五千轻装步兵,以及与他们同行的八百骑兵。
§4.37.8ταῦτα μὲν οὖν ἅπαντʼ ἦν ἐν τοιαύταις ἐπιβολαῖς καὶ παρασκευαῖς.
这一切便都处于如此的着手与准备之中。
κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς ἐξήνεγκαν Ῥόδιοι Βυζαντίοις πόλεμον διά τινας
而大约在同一时间,罗德斯人因某些原因向拜占庭人宣战……

词汇与语法注释

  1. 4.37.1Ἀράτῳ μὲν οὖν συνέβαινε... Ἄρατον δὲ — 在由无人称动词 συνέβαινε(“发生……”)引导的两个从句中存在句法上的不对称。前半句使用与格 Ἀράτῳ(“对于阿拉图斯而言”)配合不定式 λήγειν,而后半句则采用宾格加不定式结构(Ἄρατον ... παραλαμβάνειν),两者共同作为 συνέβαινε 的实际主语从句。
  2. 4.37.2ὁ δὲ χρόνος αὐτῷ τῆς ἀρχῆς μάλιστα τότε πως διῄρητο — 与格代词 αὐτῷ 指代前文的斯科帕斯(或埃托利亚的将军任期)。动词 διῄρητο(διαίρω 的过去完成时被动)意为“被划分/分开”,在此指埃托利亚将军与阿开亚将军任期在时间上的错开(不重合)。
  3. 4.37.6ἀπὸ τῶν ὁμοίων βουλόμενος ἄρχεσθαι Κλεομένει — 介词短语 ἀπὸ τῶν ὁμοίων 意为“从相似的事情开始(ἄρχεσθαι)”。与格的 Κλεομένει 是依附于形容词 ὁμοίων 的比较/相似与格,意为“希望像克莱奥梅尼那样,从相似的行动(具体指入侵美加洛波利斯领土)开始其军事行动”。

引用这一段

波利比奥斯, 历史 §4.37.1-4.37.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.37.1-4.37.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。