Humanitext Reader

波利比奥斯 · 历史 §4.33.1-4.33.12

麦塞尼亚与阿卡迪亚的历史同盟

第 310 段,共 1311 段 · 希腊语

内容简介

波利比乌斯列举了证明麦塞尼亚人与阿卡迪亚人之间牢固纽带的历史先例(如阿里斯托梅奈斯时期的铭文以及曼蒂尼亚战役后的和平谈判),以此论证双方应继续保持团结以对抗拉刻代蒙人的威胁。

§4.33.1ὁ δὲ λόγος οὗτος ἔχει μὲν ἴσως καὶ διὰ τῶν πάλαι γεγονότων πίστιν.
这一论断或许也可以通过古时发生的事迹得到证实。
§4.33.2οἱ γὰρ Μεσσήνιοι πρὸς ἄλλοις πολλοῖς καὶ παρὰ τὸν τοῦ Διὸς τοῦ Λυκαίου βωμὸν ἀνέθεσαν στήλην ἐν τοῖς κατʼ Ἀριστομένην καιροῖς, καθάπερ καὶ Καλλισθένης φησί, γράψαντες τὸ γράμμα τοῦτο· πάντως ὁ χρόνος εὗρε δίκην ἀδίκῳ βασιλῆι, §4.33.3εὗρε δὲ Μεσσήνη σὺν Διὶ τὸν προδότην ῥηιδίως.
因为麦塞尼亚人除了许多其他事情外,还在阿里斯托梅奈斯时代,正如卡利斯提尼所说,在吕开乌斯的宙斯祭坛旁立了一块石碑,上面刻着如下铭文:“时间终究为不义之王找到了惩罚,而麦塞尼亚在宙斯的帮助下轻易找到了叛徒。
χαλεπὸν δὲ λαθεῖν θεὸν ἄνδρʼ ἐπίορκον.
伪誓者难以欺瞒神明。
χαῖρε, Ζεῦ βασιλεῦ, καὶ σάω Ἀρκαδίαν.
万岁,宙斯吾王,保佑阿卡迪亚吧。
ἐπεὶ γὰρ τῆς αὑτῶν ἐστερήθησαν, §4.33.4οἷον εἰ περὶ δευτέρας πατρίδος, ὥς γʼ ἐμοὶ δοκεῖ, τοῖς θεοῖς εὐχόμενοι σῴζειν τὴν Ἀρκαδίαν, τοῦτʼ ἀνέθεσαν τὸ γράμμα.
”因为当他们被剥夺了自有的土地时,他们仿佛是在为第二祖国向神明祈祷——至少在我看来是这样——保佑阿卡迪亚,因而献上了这段铭文。
§4.33.5καὶ τοῦτʼ εἰκότως ἐποίουν·
他们这样做是有充分理由的。
οὐ γὰρ μόνον αὐτοὺς Ἀρκάδες ὑποδεξάμενοι κατὰ τὴν ἔκπτωσιν τὴν ἐκ τῆς ἰδίας ὑπὸ τὸν Ἀριστομένειον πόλεμον ὁμεστίους ἐποιήσαντο καὶ πολίτας, ἀλλὰ καὶ τὰς θυγατέρας ἐψηφίσαντο τοῖς ἐν ἡλικίᾳ διδόναι τῶν Μεσσηνίων, §4.33.6πρὸς δὲ τούτοις ἀναζητήσαντες τὴν Ἀριστοκράτους τοῦ βασιλέως προδοσίαν ἐν τῇ μάχῃ τῇ καλουμένῃ περὶ Τάφρον αὐτόν τʼ ἀνεῖλον καὶ τὸ γένος αὐτοῦ πᾶν ἠφάνισαν.
因为阿卡迪亚人不仅在阿里斯托梅奈斯战争期间他们被逐出本土时接纳了他们,使他们成为同灶之友和公民,而且还决议将自家的女儿嫁给麦塞尼亚人中适龄的男子,此外,在查明国王阿里斯托克拉特斯在所谓的“战壕之役”中的叛国行为后,他们将其处死,并彻底消灭了他的整个家族。
§4.33.7οὐ μὴν ἀλλὰ καὶ χωρὶς τῶν πάλαι τὰ τελευταῖα γεγονότα μετὰ τὸν Μεγάλης πόλεως καὶ Μεσσήνης συνοικισμὸν ἱκανὴν ἂν παράσχοι πίστιν τοῖς ὑφʼ ἡμῶν εἰρημένοις.
然而,且不说古事,在梅加洛波利斯与麦塞尼亚联合建国之后所发生的最近事件,也能为我们所说的话提供充分的证明。
§4.33.8καθʼ οὓς γὰρ καιρούς, τῆς περὶ Μαντίνειαν μάχης τῶν Ἑλλήνων ἀμφιδήριτον ἐχούσης τὴν νίκην διὰ τὸν Ἐπαμινώνδου θάνατον, ἐκώλυον Λακεδαιμόνιοι μετέχειν τῶν σπονδῶν Μεσσηνίους, ἀκμὴν σφετεριζόμενοι ταῖς ἐλπίσι τὴν Μεσσηνίαν, §4.33.9ἐπὶ τοσοῦτο διέσπευσαν Μεγαλοπολῖται καὶ πάντες οἱ κοινωνοῦντες Ἀρκάδων τῆς αὐτῶν συμμαχίας ὥστε Μεσσηνίους μὲν ὑπὸ τῶν συμμάχων προσδεχθῆναι καὶ μετασχεῖν τῶν ὅρκων καὶ διαλύσεων, Λακεδαιμονίους δὲ μόνους ἐκσπόνδους γενέσθαι τῶν Ἑλλήνων.
因为在那个时期,由于伊帕密浓达之死,曼蒂尼亚战役使希腊人的胜利归属悬而未决,拉刻代蒙人极力阻挠麦塞尼亚人参与和平条约,在希望中仍企图将麦塞尼亚据为己有,为此,梅加洛波利斯人以及所有共享其联盟的阿卡迪亚人极力奔走,以至于麦塞尼亚人被盟国接纳并参与了誓约与和解,而拉刻代蒙人则成为希腊人中唯一被排除在条约之外的国家。
§4.33.10ἃ τίς οὐκ ἂν τῶν ἐπιγινομένων ἐν νῷ τιθέμενος νομίσειε καλῶς εἰρῆσθαι τὰ μικρῷ πρότερον ὑφʼ ἡμῶν δεδηλωμένα;
后世之人有谁将这些事情放在心上,会不认为我们不久前所阐明的话是说得很对的呢?
§4.33.11ταῦτα μὲν οὖν εἰρήσθω μοι χάριν Ἀρκάδων καὶ Μεσσηνίων, ἵνα μνημονεύοντες τῶν συμβεβηκότων αὐτοῖς περὶ τὰς πατρίδας ἀτυχημάτων ὑπὸ Λακεδαιμονίων ἀληθινῶς ἀντέχωνται τῆς πρὸς αὑτοὺς εὐνοίας καὶ πίστεως, §4.33.12καὶ μήτε φόβον ὑφορώμενοι μήτʼ εἰρήνης ἐπιθυμοῦντες ἐγκαταλείπωσιν ἀλλήλους
因此,愿我说这些话是为了阿卡迪亚人和麦塞尼亚人,以便他们记住拉刻代蒙人给他们的祖国带来的灾难,从而真正坚守彼此之间的友好与信任,既不因防范恐惧,也不因渴望和平而背弃彼此。

词汇与语法注释

  1. §4.33.3λαθεῖν — 不定式 `λαθεῖν`(“不被察觉、瞒过”)的主语是宾格 `ἄνδρα ἐπίορκον`(伪誓者),其宾语是 `θεόν`(神)。直译为“伪誓者想要不被神明察觉是困难的”。
  2. §4.33.4οἷον εἰ — 意为“仿佛、好似”的假设表达,修饰分词 `εὐχόμενοι`,构成了“仿佛是在为第二祖国[祈祷]”的隐喻色彩。
  3. §4.33.8ἀκμὴν — 在古典雅典散文中,这通常是表示“顶点”的名词宾格,但在希腊化时期的希腊语(通用希腊语)以及波利比乌斯的著作中,它经常被用作副词,意为“仍然、依然”(相当于 `ἔτι`)。
  4. §4.33.11εἰρήσθω — 动词 `λέγω` 的完成时被动命令式单数第三人称,是一种用于标示讨论过渡或结语的程式化表达:“让我对这些话就说到这里吧”,伴随有与格的 `μοι`。

引用这一段

波利比奥斯, 历史 §4.33.1-4.33.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.33.1-4.33.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。