Humanitext Reader

波利比奥斯 · 历史 §4.30.1-4.30.8

阿卡纳尼亚的开战决议与伊庇鲁斯的两面逢迎

第 307 段,共 1311 段 · 希腊语

内容简介

在接见盟国使者时,阿卡纳尼亚人虽处于接壤的危险境地仍勇敢地决定对埃托利亚人开战,而伊庇鲁斯人则采取了卑劣且两面讨好的投机态度。

§4.30.1ὁ μὲν οὖν Φίλιππος περὶ ταῦτα διέτριβεν.
于是腓力忙于这些事务。
οἱ δʼ ἐξαποσταλέντες πρέσβεις πρὸς τοὺς συμμάχους, ἀφικόμενοι πρῶτον εἰς Ἀκαρνανίαν ἐνετύγχανον τούτοις.
而被派往盟国的使者们,首先到达阿卡纳尼亚,并会见了他们。
§4.30.2οἱ δʼ Ἀκαρνᾶνες τό τε δόγμα γνησίως συνεπεκύρωσαν καὶ τὸν ἀπὸ χώρας πόλεμον ἐξήνεγκαν τοῖς Αἰτωλοῖς· καίπερ τούτοις, εἰ καί τισιν ἑτέροις, δίκαιον ἦν συγγνώμην ἔχειν, ὑπερτιθεμένοις καὶ καταμέλλουσι καὶ καθόλου δεδιόσι τὸν ἀπὸ τῶν ἀστυγειτόνων πόλεμον, §4.30.3καὶ διὰ τὸ παρακεῖσθαι μὲν συντερμονοῦντας τῇ τῶν Αἰτωλῶν χώρᾳ, πολὺ δὲ μᾶλλον διὰ τὸ κατʼ ἰδίαν εὐχειρώτους ὑπάρχειν, τὸ δὲ μέγιστον διὰ τὸ μικροῖς ἔμπροσθεν χρόνοις πεῖραν εἰληφέναι τῶν δεινοτάτων διὰ τὴν πρὸς Αἰτωλοὺς ἀπέχθειαν.
阿卡纳尼亚人真诚地批准了该决议,并向埃托利亚人宣战;尽管对于他们,如果对其他任何人一样,即便他们推延、拖延并普遍害怕与邻国的战争,给予宽恕也是公正的,这既是因为他们与埃托利亚人的领土接壤并邻近,更是因为他们单独时极易被攻破,而最主要的是因为就在不久前,由于对埃托利亚人的敌意,他们才经历了最可怕的灾难。
§4.30.4ἀλλά μοι δοκοῦσιν οἱ γνήσιοι τῶν ἀνδρῶν καὶ κοινῇ καὶ κατʼ ἰδίαν οὐδέποτε περὶ πλείονος οὐθὲν ποιεῖσθαι τοῦ καθήκοντος· ὅπερ Ἀκαρνᾶνες ἐν τοῖς πλείστοις καιροῖς οὐδενὸς τῶν Ἑλλήνων ἧττον εὑρίσκονται διατετηρηκότες, καίπερ ἀπὸ μικρᾶς ὁρμώμενοι δυνάμεως.
但在我看来,高尚的人无论在公在私,绝不会把任何东西看得比义务更重要;而阿卡纳尼亚人在大多数时候,尽管起初力量微小,却被发现比任何希腊人都同样坚守了这一点。
§4.30.5οἷς οὐκ ὀκνητέον κατὰ τὰς περιστάσεις κοινωνεῖν πραγμάτων, σπευστέον δὲ μᾶλλον, εἰ καί τισιν ἑτέροις τῶν Ἑλλήνων· καὶ γὰρ ἰδίᾳ καὶ κοινῇ στάσιμον ἔχουσί τι καὶ φιλελεύθερον.
在面临危机时,人们不应当犹豫与他们共同参与事务,而应当更加积极,如果说对希腊的任何其他人也是如此的话;因为在私下和公共事务中,他们都拥有一种坚定且热爱自由的品质。
§4.30.6Ἠπειρῶται δʼ ἐκ παραθέσεως διακούσαντες τῶν πρέσβεων τὸ μὲν δόγμα παραπλησίως ἐπεκύρωσαν, τὸν δὲ πόλεμον ἐκφέρειν ἐψηφίσαντο τοῖς Αἰτωλοῖς, ἐπειδὰν καὶ Φίλιππος ὁ βασιλεὺς ἐξενέγκῃ.
与此相反,伊庇鲁斯人在详细听取了使者的陈述后,虽然同样批准了决议,但却投票决定,要在国王腓力也宣战时,才向埃托利亚人开战。
§4.30.7τοῖς δὲ παρὰ τῶν Αἰτωλῶν πρεσβευταῖς ἀπεκρίθησαν ὅτι δέδοκται τοῖς Ἠπειρώταις διατηρεῖν πρὸς αὐτοὺς τὴν εἰρήνην, ἀγεννῶς καὶ ποικίλως χρώμενοι τοῖς πράγμασιν.
而对来自埃托利亚人的使者,他们则回答说,伊庇鲁斯人已决定与他们保持和平,在处理这些事务时显得既卑劣又反覆无常。
§4.30.8ἀπεστάλησαν δὲ καὶ πρὸς βασιλέα Πτολεμαῖον πρέσβεις οἱ παρακαλέσοντες αὐτὸν μήτε χρήματα πέμπειν τοῖς Αἰτωλοῖς μήτʼ ἄλλο μηδὲν χορηγεῖν κατὰ Φιλίππου καὶ τῶν
此外,使者也被派往国王托勒密处,以请求他既不要向埃托利亚人送钱,也不要针对腓力和

词汇与语法注释

  1. 4.30.2εἰ καί τισιν ἑτέροις — 希腊语中的一种强调惯用语,意为“如果对其他任何人(可予宽恕),那对他们就更是如此”。在此处指明,直接暴露在邻国埃托利亚人威胁之下的阿卡纳尼亚人,即便他们因害怕战争而推迟或犹豫,也比任何人都更有理由获得同情和宽恕。
  2. 4.30.3κατʼ ἰδίαν — 副词短语。在此处指“以个人的力量”或“单凭自身”。它解释说,阿卡纳尼亚人如果在没有盟军援助的情况下单枪匹马对抗埃托利亚人,就会处于极易被攻破(εὐχειρώτους)的脆弱境地。
  3. 4.30.6ἐκ παραθέσεως — 介词短语,在波利比乌斯的著作中意为“相比之下”或“作为对比”。此短语旨在凸显前文所赞赏的阿卡纳尼亚人高尚而迅速的决断,与此处所述伊庇鲁斯人卑劣且投机的态度之间的鲜明对比。
  4. 4.30.8οἱ παρακαλέσοντες — 带冠词的将来时分词,作形容词性定语修饰前文的名词 πρέσβεις(使者),用以表示派遣的目的(“旨在请求……的使者”)。

引用这一段

波利比奥斯, 历史 §4.30.1-4.30.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.30.1-4.30.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。