Humanitext Reader

波利比奥斯 · 历史 §4.27.1-4.27.10

对埃托利亚人虚伪政策的批评与腓力的动向

第 304 段,共 1311 段 · 希腊语

内容简介

作者批评埃托利亚人选举斯科普斯为将军的虚伪行径,并列举拉刻代蒙人的历史先例来谴责这种自相矛盾的政治作风。与此同时,腓力国王返回马其顿准备战争,并在全希腊展现出其宽厚大度的美好形象。

§4.27.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Αἰτωλοί, συνάψαντος τοῦ τῶν ἀρχαιρεσίων χρόνου, στρατηγὸν αὑτῶν εἵλοντο Σκόπαν, ὃς ἐγεγόνει πάντων τῶν προειρημένων ἀδικημάτων αἴτιος.
大约在同一时期,随着选举时期的临近,埃托利亚人选举斯科普斯为他们的将军,此人正是前述所有不法行为的罪魁祸首。
§4.27.2ὑπὲρ ὧν οὐκ οἶδα πῶς χρὴ λέγειν.
对于这些事,我真不知该如何评说。
τὸ γὰρ κοινῷ μὲν δόγματι μὴ πολεμεῖν, πανδημεὶ δὲ στρατεύοντας ἄγειν καὶ φέρειν τὰ τῶν πέλας, καὶ κολάζειν μὲν μηδένα τῶν αἰτίων, στρατηγοὺς δʼ αἱρεῖσθαι καὶ τιμᾶν τοὺς προεστῶτας τῶν τοιούτων ἔργων, ἐμοὶ μὲν δοκεῖ τῆς πάσης γέμειν κακοπραγμοσύνης·
因为,一方面声称不通过共同决议来发动战争,另一方面却全军出动去掠夺和践踏邻国的财产,而且不惩办任何罪魁祸首,反而选举并重用主持此类恶行的人担任将军,这在我看来简直充满了极度的恶劣。
§4.27.3τί γὰρ ἂν ἄλλο τις τὰς τοιαύτας κακίας ὀνομάσειε;
人还能将此类恶行称作什么呢?
δῆλον δʼ ἔσται τὸ λεγόμενον ἐκ τούτων.
我的意思通过以下事例将变得一目了然。
§4.27.4Λακεδαιμόνιοι τὴν Καδμείαν Φοιβίδου παρασπονδήσαντος τὸν μὲν αἴτιον ἐζημίωσαν, τὴν δὲ φρουρὰν οὐκ ἐξήγαγον, ὥσπερ λυομένης τῆς ἀδικίας διὰ τῆς τοῦ πράξαντος βλάβης, παρὸν τἀναντία ποιεῖν· τοῦτο γὰρ διέφερε τοῖς Θηβαίοις.
拉刻代蒙人在腓比达斯违背盟约占领卡德美亚时,虽然惩罚了责任人,却没有撤出守备队,仿佛通过对行为人的惩罚就能消除这一不义之举,尽管他们本可以采取相反的做法;因为后者对底比斯人而言才是至关重要的。
§4.27.5πάλιν ἐκήρυττον ἀφιέντες τὰς πόλεις ἐλευθέρας καὶ αὐτονόμους κατὰ τὴν ἐπʼ Ἀνταλκίδου γενομένην εἰρήνην, τοὺς δʼ ἁρμοστὰς οὐκ ἐξῆγον ἐκ τῶν πόλεων.
此外,他们根据《安塔尔基达斯和约》宣布让各城邦获得自由和自治,却不把督政官从这些城邦中撤出。
§4.27.6Μαντινεῖς φίλους ὄντας καὶ συμμάχους ἀναστάτους ποιήσαντες οὐκ ἔφασαν ἀδικεῖν, ἐκ μιᾶς πόλεως εἰς πλείους αὐτοὺς διοικίσαντες, §4.27.7ἀνοίᾳ μετὰ κακίας χρησάμενοι προφανῶς διὰ τὸ δοκεῖν, ἐάν τις αὐτὸς ἐπιμύῃ, μηδὲ τοὺς πέλας ὁρᾶν.
他们在使身为其朋友和盟友的曼提内亚人流离失所之后,还声称自己没有犯下任何不义,因为他们将曼提内亚人从一个城市分散迁居到多个村庄,这显然是愚蠢与恶意的结合,因为他们似乎认为,只要自己闭上眼睛,邻人也就看不见他们了。
§4.27.8ἀμφοτέροις τοίνυν ὁ ζῆλος οὗτος τῆς πολιτείας αἴτιος κατέστη τῶν μεγίστων συμπτωμάτων· ὃν οὐδαμῶς οὐδαμῇ ζηλωτέον οὔτε κατʼ ἰδίαν οὔτε κοινῇ τοὺς ὀρθῶς βουλευομένους.
因此,这种对国政的狂热成了双方遭受最大灾难的根源;对于明智决策的人来说,无论是在个人生活还是在公共事务中,都绝不应以任何方式效仿这种做法。
§4.27.9ὁ δὲ βασιλεὺς Φίλιππος χρηματίσας τοῖς Ἀχαιοῖς ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐπὶ Μακεδονίας, σπεύδων ἐπὶ τὴν παρασκευὴν τῶν πρὸς τὴν πόλεμον, οὐ μόνον τοῖς συμμάχοις, §4.27.10ἀλλὰ πᾶσι τοῖς Ἕλλησι διὰ τοῦ προειρημένου ψηφίσματος καλὰς ἐλπίδας ὑποδεικνύων πρᾳότητος καὶ μεγαλοψυχίας βασιλικῆς.
而腓力国王在与亚该亚人结束交涉后,便率领军队前往马其顿,急于为战争做准备,他不仅向盟友,而且通过前述决议向所有希腊人展示了王家宽厚与大度的美好希望。

词汇与语法注释

  1. 4.27.4παρὸν — 无人称动词 `πάρεστι`(可能)的现在分词中性单数宾格,构成“宾格绝对独立结构”。此处表示让步:“尽管本来可以采取相反的做法”。通常分词的绝对独立结构使用属格,但无人称动词则使用宾格。
  2. 4.27.7μηδὲ τοὺς πέλας ὁρᾶν — 隶属于前文 `δοκεῖν` 的不定式从句。不定式 `ὁρᾶν`(看见)的逻辑主语是 `τοὺς πέλας`(邻人们),省略的宾语则指代条件句的主语 `τις`(闭眼者本人),整句意为“连邻人们也看不见(闭眼者本人)”。
  3. 4.27.8ὃν ... ζηλωτέον ... τοὺς ὀρθῶς βουλευομένους — 带有动词性形容词 `ζηλωτέον`(应当效仿)的无人称句。通常动词性形容词的施动者用与格表示,但此处使用了宾格 `τοὺς ὀρθῶς βουλευομένους` 作为施动者(“对于明智决策的人来说”),这是后期希腊语中常见的一种特征性句法。

引用这一段

波利比奥斯, 历史 §4.27.1-4.27.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.27.1-4.27.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。