§4.26.1τούτου δὲ τοῦ δόγματος κυρωθέντος κατὰ τὸ πρῶτον ἔτος τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος ὁ μὲν συμμαχικὸς προσαγορευόμενος πόλεμος ἀρχὴν εἰλήφει δικαίαν καὶ πρέπουσαν τοῖς γεγονόσιν ἀδικήμασιν.
随着这一决议在第一百四十届奥林匹亚周期的第一年获得批准,这场被称为“盟国战争”的战争便有了一个正义且完全对应其先前所受罪行的开端。
§4.26.2οἱ δὲ σύνεδροι παραχρῆμα πρεσβευτὰς ἐξαπέστελλον πρὸς τοὺς συμμάχους, ἵνα παρʼ ἑκάστοις διὰ τῶν πολλῶν ἐπικυρωθέντος τοῦ δόγματος ἐκφέρωσι πάντες τοῖς Αἰτωλοῖς τὸν ἀπὸ τῆς χώρας πόλεμον.
代表们随即向盟国派出了使节,以便在各盟国民众批准该决议后,所有人都能从各自领土向埃托利亚人宣战。
§4.26.3ἔπεμψε δὲ καὶ τοῖς Αἰτωλοῖς ἐπιστολὴν ὁ Φίλιππος, διασαφῶν ἵνʼ εἴ τι λέγειν ἔχουσι δίκαιον ὑπὲρ τῶν ἐγκαλουμένων, ἔτι καὶ νῦν συνελθόντες διὰ λόγου ποιῶνται τὴν διεξαγωγήν· εἰ δʼ ὑπειλήφασι,
腓力也给埃托利亚人送去了一封信,表明如果他们对所受指控有什么正当的辩解,现在仍可会合并通过对话来解决。
§4.26.4διότι χωρὶς κοινοῦ δόγματος λεηλατοῦσι καὶ πορθοῦσι πάντας, οὐκ ἀμύνεσθαι τοὺς ἀδικουμένους, ἐὰν δʼ ἀμύνωνται, νομισθήσεσθαι τούτους κατάρχειν τοῦ πολέμου, πάντων αὐτοὺς εὐηθεστάτους εἶναι.
然而,如果他们以为,由于他们在没有共同决议的情况下四处掠夺和践踏所有人,受害者就不会进行自卫,而一旦受害者进行自卫,后者就会被视为战争的挑起者,那么他们便是所有人中最愚蠢的。
§4.26.5κομισάμενοι δʼ οἱ τῶν Αἰτωλῶν ἄρχοντες τὴν ἐπιστολὴν ταύτην, τὸ μὲν πρῶτον ἐλπίσαντες οὐχ ἥξειν τὸν Φίλιππον, συνέθεντο ῥητὴν ἡμέραν ἐν ᾗ πρὸς τὸ Ῥίον ἀπαντήσουσι.
埃托利亚人的长官们在收到这封信后,起初希望腓力不会前来,于是商定了一个在里翁会面的特定日期。
§4.26.6γνόντες δὲ παραγινόμενον, ἀπέστειλαν γραμματοφόρον διασαφοῦντες ὡς οὐ δύνανται πρὸ τῆς τῶν Αἰτωλῶν συνόδου διʼ αὑτῶν οὐδὲν ὑπὲρ τῶν ὅλων οἰκονομεῖν.
但当得知腓力确实正在前来时,他们派出一名信使,说明在埃托利亚人大会召开之前,他们自己无法对全局事务做出任何决定。
§4.26.7οἱ δʼ Ἀχαιοὶ συνελθόντες εἰς τὴν καθήκουσαν σύνοδον τό τε δόγμα πάντες ἐπεκύρωσαν καὶ τὸ λάφυρον ἐπεκήρυξαν κατὰ τῶν Αἰτωλῶν.
亚该亚人则在召开其例行大会时,一致批准了该决议,并宣布了对埃托利亚人的合法掠夺权。
§4.26.8προσελθόντος δὲ καὶ τοῦ βασιλέως πρὸς τὴν βουλὴν ἐν Αἰγίῳ καὶ διαλεχθέντος διὰ πλειόνων, τὰ ῥηθέντα μετʼ εὐνοίας ἀπεδέξαντο καὶ τὰ προϋπάρχοντα φιλάνθρωπα τοῖς προγόνοις ἀνενεώσαντο πρὸς αὐτὸν τὸν Φίλιππον.
当国王也来到艾吉翁的议会并发表了详尽的讲话后,他们怀着善意接受了这些话,并与腓力本人重申了此前与其祖先业已存在的友好关系。