§4.28.1ταῦτα δʼ ἐπράττετο κατὰ τοὺς αὐτοὺς καιροὺς καθʼ οὓς Ἀννίβας, γεγονὼς ἤδη κύριος τῶν ἐντὸς Ἴβηρος ποταμοῦ πάντων, ἐποιεῖτο τὴν ὁρμὴν ἐπὶ τὴν Ζακανθαίων πόλιν.
这些事情发生于同一时期,当时汉尼拔已经控制了埃布罗河以南的所有地区,并正向扎坎塔人的城市发起进攻。
§4.28.2εἰ μὲν οὖν τὰς πρώτας ἐπιβολὰς τὰς Ἀννίβου ταῖς Ἑλληνικαῖς πράξεσιν ἀπʼ ἀρχῆς εὐθέως ἐπιπεπλέχθαι συνέβαινε, δῆλον ὡς ἐν τῇ προτέρᾳ βύβλῳ περὶ τούτων ἂν ἡμᾶς ἐναλλὰξ ἔδει καὶ κατὰ παράθεσιν τοῖς Ἰβηρικοῖς πεποιῆσθαι τὴν ἐξήγησιν, ἀκολουθοῦντας τοῖς καιροῖς·
因此,如果汉尼拔最初的尝试从一开始就直接与希腊的事事务交织在一起,显然,在我们的前一本书中,我们就应当遵循时间的顺序,将这些事务与伊比利亚的事件交替并列地进行叙述。
§4.28.3ἐπεὶ δὲ τά τε κατὰ τὴν Ἰταλίαν καὶ κατὰ τὴν Ἑλλάδα καὶ κατὰ τὴν Ἀσίαν τὰς μὲν ἀρχὰς τῶν πολέμων τούτων ἰδίας εἰλήφει, τὰς δὲ συντελείας κοινάς, καὶ τὴν ἐξήγησιν περὶ αὐτῶν ἐκρίναμεν ποιήσασθαι κατʼ ἰδίαν, ἕως ἂν ἐπὶ τὸν καιρὸν ἔλθωμεν τοῦτον ἐν ᾧ συνεπλάκησαν αἱ προειρημέναι πράξεις ἀλλήλαις καὶ πρὸς ἓν τέλος ἤρξαντο τὴν ἀναφορὰν ἔχειν — §4.28.4οὕτως γὰρ ἥ τε περὶ τὰς ἀρχὰς ἑκάστων ἔσται διήγησις σαφὴς ἥ τε συμπλοκὴ καταφανής, περὶ ἧς ἐν ἀρχαῖς ἐνεδειξάμεθα, παραδείξαντες πότε καὶ πῶς καὶ διʼ ἃς αἰτίας γέγονε — λοιπὸν ἤδη κοινὴν ποιήσασθαι περὶ πάντων τὴν ἱστορίαν.
但是,由于意大利、希腊和亚洲的事件在这些战争的起初是各自独立的,但在终结时却是共同的,而且我们决定对它们分别进行叙述,直到我们来到前述事件相互交织并开始指向单一终点的这一时刻—— ——因为这样一来,关于各自起因的叙述将会十分清晰,而我们在开篇时所指出的那种交织(我们当时已阐明了它是何时、如何以及因何原因产生的)也将变得一目了然——现在剩下的就是对所有这些事务进行共同的历史叙述。
§4.28.5ἐγένετο δʼ ἡ συμπλοκὴ τῶν πράξεων περὶ τὴν τοῦ πολέμου συντέλειαν κατὰ τὸ τρίτον ἔτος τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος.
事件的这一交织发生在第一百四十届奥林匹亚德的第三年,大约在战争结束的时候。
διὸ καὶ τὰ μετὰ ταῦτα κοινῇ τοῖς καιροῖς ἀκολουθοῦντες ἐξηγησόμεθα, τὰ δὲ πρὸ τοῦ κατʼ ἰδίαν, §4.28.6ὡς εἶπα, προσαναμιμνήσκοντες μόνον τῶν κατὰ τοὺς αὐτοὺς καιροὺς ἐν τῇ προτέρᾳ βύβλῳ δεδηλωμένων, ἵνα μὴ μόνον εὐπαρακολούθητος, ἀλλὰ καὶ καταπληκτικὴ γίνηται τοῖς προσέχουσιν ἡ διήγησις.
因此,对于在此之后的事件,我们将遵循时间顺序进行共同叙述,而对于在此之前的事件,我们则分别叙述,正如我所说,仅仅提醒读者注意在上一本书中已说明的发生于同一时期的事件,以便使这一叙述不仅易于理解,而且能对专注的读者产生强烈的印象。