§4.2.1καλλίστην ὑπόστασιν ὑπολαμβάνοντες εἶναι ταύτην διὰ τὸ πρῶτον μὲν τὴν Ἀράτου σύνταξιν ἐπὶ τούτους καταστρέφειν τοὺς καιρούς, οἷς συνάπτοντες τὴν διήγησιν τὸν ἀκόλουθον ὑπὲρ τῶν Ἑλλήνων ἀποδιδόναι προῃρήμεθα λόγον, §4.2.2δεύτερον δὲ διὰ τὸ καὶ τοὺς χρόνους οὕτως συντρέχειν τοὺς ἑξῆς καὶ τοὺς πίπτοντας ὑπὸ τὴν ἡμετέραν ἱστορίαν ὥστε τοὺς μὲν καθʼ ἡμᾶς εἶναι, τοὺς δὲ κατὰ τοὺς πατέρας ἡμῶν· ἐξ οὗ συμβαίνει τοῖς μὲν αὐτοὺς ἡμᾶς παραγεγονέναι, τὰ δὲ παρὰ τῶν ἑωρακότων ἀκηκοέναι.
我们认为这是一个极好的出发点,首先是因为阿拉图斯的著作恰好结束于这些时期,我们选择将我们的叙述与这些时期相衔接,以提供接下来的关于希腊人的历史,其次是因为随后的、也就是属于我们历史范围的时期恰好相合,以至于一部分属于我们自己的时代,另一部分属于我们父辈的时代;由此产生的结果是,对于前者我们自己曾亲历其中,而对于后者则是从目击者那里听闻。
§4.2.3τὸ γὰρ ἀνωτέρω προσλαμβάνειν τοῖς χρόνοις, ὡς ἀκοὴν ἐξ ἀκοῆς γράφειν, οὐκ ἐφαίνεθʼ ἡμῖν ἀσφαλεῖς ἔχειν οὔτε τὰς διαλήψεις οὔτε τὰς ἀποφάσεις.
因为在时间上更往前追溯,从而去记录道听途说的传闻,在我们看来,无论是对于判断还是对于论断,都无法提供确凿的依据。
§4.2.4μάλιστα δʼ ἀπὸ τούτων ἠρξάμεθα τῶν καιρῶν διὰ τὸ καὶ τὴν τύχην ὡς ἂν εἰ κεκαινοποιηκέναι πάντα τὰ κατὰ τὴν οἰκουμένην ἐν τοῖς προειρημένοις καιροῖς.
而我们尤其从这些时期开始,是因为命运仿佛也在前述时期中,使整个已知世界的事态焕然一新。
§4.2.5Φίλιππος μὲν γὰρ ὁ Δημητρίου κατὰ φύσιν υἱὸς ἔτι παῖς ὢν ἄρτι παρελάμβανε τὴν Μακεδόνων ἀρχήν· §4.2.6Ἀχαιὸς δὲ τῆς ἐπὶ τάδε τοῦ Ταύρου δυναστεύων οὐ μόνον προστασίαν εἶχε βασιλικήν, ἀλλὰ καὶ δύναμιν· §4.2.7ὁ δὲ Μέγας ἐπικληθεὶς Ἀντίοχος μικροῖς ἀνώτερον χρόνοις, τἀδελφοῦ Σελεύκου μετηλλαχότος, ἔτι κομιδῇ νέος ὢν τὴν ἐν Συρίᾳ διεδέδεκτο βασιλείαν.
因为德米特里乌斯的亲生儿子腓力,当时还只是个孩子,刚刚接管了马其顿人的统治权;而统治托罗斯山脉这一侧的阿凯乌斯,不仅拥有国王的头衔,还拥有实权;被称为“大王”的安条克,在稍早前的时期,因其兄塞琉古去世,当时还极其年轻,便继承了在叙利亚的王位。
§4.2.8ἅμα δὲ τούτοις Ἀριαράθης παρέλαβε τὴν Καππαδοκῶν ἀρχήν.
与这些人的同时,阿里亚拉特斯接管了卡帕多西亚人的统治权。
ὁ δὲ Φιλοπάτωρ Πτολεμαῖος ἐν τοῖς αὐτοῖς καιροῖς τῶν κατʼ Αἴγυπτον ἐγεγόνει κύριος.
而被称为菲洛帕托尔的托勒密,在同一时期成为了埃及的统治者。
§4.2.9Λυκοῦργος δὲ Λακεδαιμονίων μετʼ οὐ πολὺ κατεστάθη βασιλεύς.
不久之后,来库古被立为拉刻代蒙人的国王。
ᾕρηντο δὲ Καρχηδόνιοι προσφάτως ἐπὶ τὰς προειρημένας πράξεις στρατηγὸν αὑτῶν Ἀννίβαν.
而迦太基人也在最近,为了前述的军事行动,选任了汉尼拔为他们的将军。
§4.2.10οὕτως δὲ τοιαύτης περὶ πάσας τὰς δυναστείας καινοποιίας οὔσης, ἔμελλε πραγμάτων ἔσεσθαι καινῶν ἀρχή.
由于所有这些统治政权都发生了如此的一新,新的事态注定要拉开序幕。
τοῦτο γὰρ δὴ πέφυκε καὶ φιλεῖ συμβαίνειν κατὰ φύσιν· ὃ καὶ τότε συνέβη γενέσθαι.
因为这确实是自然规律,也往往自然地发生,而当时也确实发生了这样的事情。
§4.2.11Ῥωμαῖοι μὲν γὰρ καὶ Καρχηδόνιοι τὸν προειρημένον ἐνεστήσαντο πόλεμον, Ἀντίοχος δὲ καὶ Πτολεμαῖος ἅμα τούτοις τὸν ὑπὲρ τῆς Κοίλης Συρίας, Ἀχαιοὶ δὲ καὶ Φίλιππος τὸν πρὸς Αἰτωλοὺς καὶ Λακεδαιμονίους· οὗ τὰς αἰτίας συνέβη γενέσθαι τοιαύτας.
因为罗马人与迦太基人爆发了前述的战争,安条克与托勒密同时爆发了争夺柯里叙利亚的战争,而阿凯亚人与腓力则爆发了对抗埃托利亚人和拉刻代蒙人的战争;这最后一场战争的原因如下。