§3.118.1Βραβευθείσης δὲ τῆς μάχης τὸν προειρημένον τρόπον, ἀκόλουθον εἰλήφει τὰ ὅλα κρίσιν τοῖς ὑπʼ ἀμφοτέρων προσδοκωμένοις.
当战斗以上述方式尘埃落定后,整个局势便朝着符合双方预料的决定性方向发展。
§3.118.2Καρχηδόνιοι μὲν γὰρ διὰ τῆς πράξεως ταύτης παραχρῆμα τῆς μὲν λοιπῆς παραλίας σχεδὸν πάσης ἦσαν ἐγκρατεῖς·
因为迦太基人凭借这一战果,立即几乎将余下的整个沿海地区置于自己的控制之下。
§3.118.3Ταραντῖνοί τε γὰρ εὐθέως ἐνεχείριζον αὑτούς, Ἀργυριππανοὶ δὲ καὶ Καπυανῶν τινες ἐκάλουν τὸν Ἀννίβαν, οἱ δὲ λοιποὶ πάντες ἀπέβλεπον ἤδη τότε πρὸς Καρχηδονίους·
塔兰托人随即向其投降,阿尔吉里帕人以及部分卡普阿人则向汉尼拔发出邀请,而其余的所有人在此刻也都已开始向迦太基人看齐。
§3.118.4μεγάλας δʼ εἶχον ἐλπίδας ἐξ ἐφόδου καὶ τῆς Ῥώμης αὐτῆς ἔσεσθαι κύριοι·
他们还抱有极大的希望,认为可以通过一举突袭将罗马城本身也夺取到手。
§3.118.5Ῥωμαῖοί γε μὴν τὴν Ἰταλιωτῶν δυναστείαν παραχρῆμα διὰ τὴν ἧτταν ἀπεγνώκεισαν, ἐν μεγάλοις δὲ φόβοις καὶ κινδύνοις ἦσαν περί τε σφῶν αὐτῶν καὶ περὶ τοῦ τῆς πατρίδος ἐδάφους, ὅσον οὔπω προσδοκῶντες ἥξειν αὐτὸν τὸν Ἀννίβαν.
然而,罗马人因这次惨败,立即对维持其在意大利人中的统治地位感到绝望,并在对自己及祖国领土的极大恐惧和危险中度日,预料着汉尼拔本人随时都会大军压境。
§3.118.6καὶ γὰρ ὥσπερ ἐπιμετρούσης καὶ συνεπαγωνιζομένης τοῖς γεγονόσι τῆς τύχης, συνέβη μετʼ ὀλίγας ἡμέρας, τοῦ φόβου κατέχοντος τὴν πόλιν, καὶ τὸν εἰς τὴν Γαλατίαν στρατηγὸν ἀποσταλέντʼ εἰς ἐνέδραν ἐμπεσόντα παραδόξως ἄρδην ὑπὸ τῶν Κελτῶν διαφθαρῆναι μετὰ τῆς δυνάμεως.
因为,仿佛命运要在既成事实上雪上加霜并共同作祟一般,在城市被恐惧笼罩的几天后,被派往高卢的将军竟然遭遇伏击,出人意料地连同其军队一起被凯尔特人全军覆没。
§3.118.7οὐ μὴν ἥ γε σύγκλητος οὐδὲν ἀπέλειπε τῶν ἐνδεχομένων, ἀλλὰ παρεκάλει μὲν τοὺς πολλούς, ἠσφαλίζετο δὲ τὰ κατὰ τὴν πόλιν, ἐβουλεύετο δὲ περὶ τῶν ἐνεστώτων ἀνδρωδῶς.
尽管如此,元老院并没有放弃任何可能的努力,而是鼓励民众,巩固城防,并对当前的危机进行英勇的商讨。
τοῦτο δʼ ἐγένετο φανερὸν ἐκ τῶν μετὰ ταῦτα συμβάντων·
这一点从后来发生的事情中变得显而易见。
§3.118.8ὁμολογουμένως γὰρ Ῥωμαίων ἡττηθέντων τότε καὶ παραχωρησάντων τῆς ἐν τοῖς ὅπλοις ἀρετῆς, §3.118.9τῇ τοῦ πολιτεύματος ἰδιότητι καὶ τῷ βουλεύεσθαι καλῶς οὐ μόνον ἀνεκτήσαντο τὴν τῆς Ἰταλίας δυναστείαν, νικήσαντες μετὰ ταῦτα Καρχηδονίους, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης ἐγκρατεῖς ἐγένοντο μετʼ ὀλίγους χρόνους.
因为,虽然公认当时罗马人被击败,并且在武器交锋的武勇上甘拜下风,但凭借其政体的独特特质和贤明的商榷,他们不仅在随后击败迦太基人,收复了对意大利的统治权,而且在不久之后便将整个已知世界纳入囊中。
§3.118.10διόπερ ἡμεῖς ταύτην μὲν τὴν βύβλον ἐπὶ τούτων τῶν ἔργων καταστρέψομεν, ἃ περιέλαβεν Ἰβηρικῶν καὶ τῶν Ἰταλικῶν ἡ τετταρακοστὴ πρὸς ταῖς ἑκατὸν ὀλυμπιάσι δηλώσαντες·
因此,我们将在展现了第一百四十届奥林匹亚德所涵盖的伊比利亚和意大利事件之后,以这些事迹来结束本卷。
§3.118.11ὅταν δὲ τὰς Ἑλληνικὰς πράξεις τὰς κατὰ τὴν αὐτὴν ὀλυμπιάδα γενομένας διεξιόντες ἐπιστῶμεν τοῖς καιροῖς τούτοις, τότʼ ἤδη προθέμενοι ψιλῶς τὸν ὑπὲρ αὐτῆς τῆς Ῥωμαίων πολιτείας ποιησόμεθα λόγον,
而当我们在叙述同一届奥林匹亚德期间发生的希腊事件并达到这一历史节点时,届时我们便会将罗马政体本身作为专门论题,并对其展开阐述。
§3.118.12νομίζοντες οὐ μόνον πρὸς τὴν τῆς ἱστορίας σύνταξιν οἰκείαν εἶναι τὴν περὶ αὐτῆς ἐξήγησιν. ἀλλὰ καὶ πρὸς τὰς τῶν πολιτευμάτων διορθώσεις καὶ κατασκευὰς μεγάλα συμβάλλεσθαι τοῖς φιλομαθοῦσι καὶ πραγματικοῖς τῶν ἀνδρῶν.
因为我们认为,关于这一政体的阐述不仅适合历史编纂的结构,而且对于那些好学且务实的政界人士来说,在改善和构建政体方面亦是大有裨益。