§38.6.1ἀνδρῶν.
人们的。
διὸ καὶ τῶν ἀρχαίων συγγραφέων οἱ λογιώτατοι δοκοῦσί μοι προσαναπεπαῦσθαι τῷ τρόπῳ τούτῳ, τινὲς μὲν μυθικαῖς καὶ διηγηματικαῖς κεχρημένοι παρεκβάσεσι, τινὲς δὲ καὶ πραγματικαῖς, ὥστε μὴ μόνον ἐν αὐτοῖς τοῖς κατὰ τὴν Ἑλλάδα τόποις ποιεῖσθαι τὰς μεταβάσεις, ἀλλὰ καὶ τῶν ἐκτὸς περιλαμβάνειν.
因此,在我看来,古代历史学家中最著名的人似乎也通过这种方式得到了额外的休息,有些人采用了神话和叙事性的插叙,而另一些人则采用了实际历史事件的插叙,从而不仅在希腊本身的地区之内进行转换,而且也包容了外部的地区。
§38.6.2λέγω δʼ οἷον ἐπειδὰν τὰ κατὰ τὴν Θετταλίαν ἐξηγούμενοι καὶ τὰς Ἀλεξάνδρου τοῦ Φεραίου πράξεις μεταξὺ τὰς κατὰ Πελοπόννησον Λακεδαιμονίων ἐπιβολὰς διηγῶνται, καὶ πάλιν τὰς παρὰ Θηβαίων, ἔτι δὲ τὰς κατὰ Μακεδονίαν ἢ τὴν Ἰλλυρίδα, κἄπειτα διατρίψαντες λέγωσι τὴν Ἰφικράτους εἰς Αἴγυπτον στρατείαν καὶ τὰ Κλεάρχῳ πραχθέντα παρανομήματα κατὰ τὸν Πόντον.
例如,我是指,当他们解释色萨利的事务和费莱的亚历山大的事迹时,在中间叙述了拉刻代蒙人在伯罗奔尼撒的企图,接着又叙述了底比斯人的企图,甚至还有在马其顿或伊利里亚的企图,然后,在耽搁了一段时间后,又讲述了伊菲克拉特斯对埃及的远征以及克列阿尔科斯在蓬托斯所犯下的不法行为。
§38.6.3ἐξ ὧν κεχρημένους μὲν ἅπαντας εὕροι τις ἂν τῷ τοιούτῳ χειρισμῷ, κεχρημένους γε μὴν ἀτάκτως, ἡμᾶς δὲ τεταγμένως.
由此,人们会发现所有人都在使用这种处理方法,然而他们毫无秩序地使用,而我们则是井然有序地使用。
§38.6.4ἐκεῖνοι μὲν γὰρ μνησθέντες πῶς Βάρδυλλις ὁ τῶν Ἰλλυριῶν βασιλεὺς καὶ Κερσοβλέπτης ὁ τῶν Θρᾳκῶν κατεκτήσαντο τὰς δυναστείας, οὐκέτι προστιθέασι τὸ συνεχές, οὐδʼ ἀνατρέχουσιν ἐπὶ τἀκόλουθον ἐκ διαστήματος, ἀλλὰ καθάπερ ἐν ποιήματι χρησάμενοι πάλιν ἐπανάγουσιν ἐπὶ τὰς ἐξ ἀρχῆς ὑποθέσεις.
因为那些人虽然提到了伊利里亚人的国王巴尔杜利斯和色雷斯人的国王色索布勒普特斯是如何夺取统治权的,却不再补充后续的连续叙述,也没有在间隔一段时间后追溯接下来的情况,而是如同在诗歌中那样使用之后,又重新拉回到最初的主题上。
§38.6.5ἡμεῖς δὲ πάντας διῃρημένοι τοὺς ἐπιφανεστάτους τόπους τῆς οἰκουμένης καὶ τὰς ἐν τούτοις πράξεις καὶ μίαν καὶ τὴν αὐτὴν ἔφοδον ἀεὶ ποιούμενοι κατὰ τὴν τάξιν τῆς διαλήψεως, ἔτι δὲ καθʼ ἕκαστον ἔτος ὡρισμένως ἐξηγούμενοι τὰς καταλλήλους πράξεις ἐνεστηκυίας, §38.6.6ἀπολείπομεν πρόδηλον τοῖς φιλομαθοῦσι τὴν ἐπαναγωγὴν ἐπὶ τὸν συνεχῆ λόγον καὶ τὰς μεσολαβηθείσας ἀεὶ τῶν πράξεων, ὥστε μηδὲν ἀτελὲς μηδʼ ἐλλιπὲς γίνεσθαι τοῖς φιληκόοις τῶν προειρημένων.
而我们则将人居世界所有最著名的地区以及在其中的事件进行了划分,并且始终按照划分的顺序采取同一种叙述方法,而且还明确地按年叙述当年所发生的相关事件,从而为求知者清清楚楚地留下了重返连续叙述以及重返那些在当时被中断的事件的线索,使得对于乐于倾听的人来说,前述的任何事情都不会变得不完整或有欠缺。
§38.6.7καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον.
关于这些事情,就谈到这里。