§38.5.1οὐ γὰρ ἀγνοῶ διότι τινὲς ἐπιλήψονται τῆς πραγματείας, φάσκοντες ἀτελῆ καὶ διερριμμένην ἡμᾶς πεποιῆσθαι τὴν ἐξήγησιν τῶν πραγμάτων, §38.5.2εἴγʼ ἐπιβαλλόμενοι λόγου χάριν διεξιέναι τὴν Καρχηδόνος πολιορκίαν, κἄπειτα μεταξὺ ταύτην ἀπολιπόντες καὶ μεσολαβήσαντες σφᾶς αὐτοὺς μεταβαίνομεν ἐπὶ τὰς Ἑλληνικὰς κἀντεῦθεν ἐπὶ τὰς Μακεδονικὰς ἢ Συριακὰς ἤ τινας ἑτέρας πράξεις· §38.5.3ζητεῖν δὲ τοὺς φιλομαθοῦντας τὸ συνεχὲς καὶ τὸ τέλος ἱμείρειν ἀκοῦσαι τῆς προθέσεως· καὶ γὰρ τὴν ψυχαγωγίαν καὶ τὴν ὠφέλειαν οὕτω μᾶλλον συνεκτρέχειν τοῖς προσέχουσιν.
因为我并非不知道,有人会指责这部著作,声称我们将事件的叙述写得不完整且零散,例如,倘若我们在着手详细叙述迦太基包围战时,随后在途中将其搁置并中断自己,转而记述希腊的事务,再从那里转入马其顿、叙利亚或其他一些事件;他们还声称,求知者追求连续性,并渴望听到既定计划的结局,因为对关注者而言,这样娱乐与益处才能更好地结合在一起。
§38.5.4ἐμοὶ δʼ οὐχ οὕτως δοκεῖ, τὸ δʼ ἐναντίον.
但在我看来并非如此,反而恰恰相反。
μάρτυρα δὲ τούτων ἐπικαλεσαίμην ἂν αὐτὴν τὴν φύσιν, ἥτις κατʼ οὐδʼ ὁποίαν τῶν αἰσθήσεων εὐδοκεῖ τοῖς αὐτοῖς ἐπιμένειν κατὰ τὸ συνεχές, ἀλλʼ ἀεὶ μεταβολῆς ἐστιν οἰκεία, τοῖς δʼ αὐτοῖς ἐγκυρεῖν ἐκ διαστήματος βούλεται καὶ διαφορᾶς.
关于这一点,我想召唤自然本身作为证人,它在任何感觉器官上都不乐意持续保持在相同的状态中,而是始终亲近变化,并希望在间隔和差异中重新遇到相同的事物。
§38.5.5εἴη δʼ ἂν τὸ λεγόμενον ἐναργὲς πρῶτον μὲν ἐκ τῆς ἀκοῆς, ἥτις οὔτε κατὰ τὰς μελῳδίας οὔτε κατὰ τὰς λεκτικὰς ὑποκρίσεις εὐδοκεῖ συνεχῶς ταῖς αὐταῖς ἐπιμένειν στάσεσιν, §38.5.6ὁ δὲ μεταβολικὸς τρόπος καὶ καθόλου πᾶν τὸ διερριμμένον καὶ μεγίστας ἔχον ἀλλαγὰς καὶ πυκνοτάτας αὐτὴν κινεῖ.
所说的话首先从听觉中便显而易见,因为听觉无论在旋律中还是在台词朗诵中,都不乐意持续保持在相同的音调上,相反,富于变化的方式,以及总的来说一切零散、且具有最大和最频繁变化的事物,才能打动它。
§38.5.7παραπλησίως καὶ τὴν γεῦσιν εὕροι τις ἂν οὐδὲ τοῖς πολυτελεστάτοις βρώμασιν ἐπιμένειν δυναμένην, ἀλλὰ σικχαίνουσαν καὶ χαίρουσαν ταῖς μεταβολαῖς καὶ προσηνεστέρως ἀποδεχομένην πολλάκις καὶ τὰ λιτὰ τῶν ἐδεσμάτων ἢ τὰ πολυτελῆ διὰ τὸν ξενισμόν.
同样,人们也会发现味觉甚至无法持续保持对最奢华食物的喜爱,而是会感到厌腻并喜好变化,常常因为新鲜感而更乐于接受简单的食物,或者(有时也接受)奢华的食物。
τὸ δʼ αὐτὸ καὶ περὶ τὴν ὅρασιν ἴδοι τις ἂν γινόμενον· §38.5.8ἥκιστα γὰρ δύναται πρὸς ἓν μένειν ἀτενίζουσα, κινεῖ δʼ αὐτὴν ἡ ποικιλία καὶ μεταβολὴ τῶν ὁρωμένων.
人们也可以看到,在视觉上同样会发生这样的事情;因为视觉最不能紧盯着单一事物,而是所见之物的多样性和变化在打动它。
§38.5.9μάλιστα δὲ περὶ τὴν ψυχὴν τοῦτό τις ἂν ἴδοι συμβαῖνον· αἱ γὰρ μεταλήψεις τῶν ἀτενισμῶν καὶ τῶν ἐπιστάσεων οἷον ἀναπαύσεις εἰσὶ τοῖς φιλοπόνοις τῶν
而最明显的,是在心灵上人们能看到这点的发生;因为对于勤勉的人来说,注视和关注的交替,就如同是……的休息。