Humanitext Reader

波利比奥斯 · 历史 §38.7.1-38.7.12

哈斯德鲁巴会见努米底亚王古卢萨

第 1288 段,共 1311 段 · 希腊语

内容简介

迦太基将领阿斯德鲁巴会见努米底亚国王古卢萨,请求其向罗马人斡旋,同时也暴露了自己的军事无能、对外部战况的无知以及对神明的无端幻想。

§38.7.1ὅτι Ἀσδρούβας ὁ στρατηγὸς Καρχηδονίων κενόδοξος ἦν ἀλαζὼν καὶ πολὺ κεχωρισμένος τῆς πραγματικῆς καὶ στρατηγικῆς δυνάμεως.
迦太基将领阿斯德鲁巴虚荣心强、爱说大话,且极度缺乏实际和军事才能。
§38.7.2πολλὰ δὲ σημεῖα τῆς ἀκρισίας αὐτοῦ.
他缺乏判断力有许多迹象。
πρῶτον μὲν γὰρ παρῆν ἐν πανοπλίᾳ, πορφυρίδα θαλαττίαν ἐπιπεπορπημένος, ἡνίκα Γολόσσῃ συνεγίνετο τῷ τῶν Νομάδων βασιλεῖ, μετὰ μαχαιροφόρων δέκα.
首先,当他与努米底亚国王古卢萨会面时,他身着全套盔甲,披着海紫色斗篷,并有十名持刀侍卫随行。
§38.7.3ἔπειτα προβὰς ἀπὸ τῶν δέχʼ ὅσον εἴκοσι πόδας ἀπέστη, προβεβλημένος τάφρον καὶ χάρακα, καὶ κατένευε τῷ βασιλεῖ προσιέναι πρὸς αὑτόν, καθῆκον γίνεσθαι τοὐναντίον.
接着,他从这十人中向前走了大约二十英尺站定,身前设有战壕和栅栏,并向国王招手示意其走向自己,而本来相反的做法才是合乎礼仪的。
§38.7.4οὐ μὴν ἀλλʼ ὁ Γολόσσης ἀφελῶς ἔχων Νομαδικῷ τινι τρόπῳ μόνος προσῄει πρὸς αὐτόν· καὶ προσεγγίσας ἤρετο τίνα φοβούμενος τὴν πανοπλίαν ἔχων ἧκε.
然而,古卢萨以某种努米底亚式的质朴方式,独自一人走向他;走近后,他询问对方是害怕谁,竟身穿全套盔甲而来。
§38.7.5τοῦ δʼ εἰπόντος ὅτι Ῥωμαίους, "οὐκ ἂν ἄρʼ" ἔφησεν ὁ Γολόσσης "ἔδωκας σαυτὸν εἰς τὴν πόλιν, μηδεμίαν ἔχων ἀνάγκην.
当对方回答说“罗马人”时,古卢萨说:“既然如此,在没有任何必要的情况下,你就不会自己进到城里去。
πλὴν τί βούλει καὶ τί παρακαλεῖς; "φησίν.
不过,你想要什么,请求什么?
ὁ δʼ Ἀσδρούβας" §38.7.6ἐγώ" φησὶ "πρεσβευτήν σε παρακαλῶ γενέσθαι πρὸς τὸν στρατηγὸν καὶ πᾶν ἀναδέχεσθαι διότι ποιήσομεν τὸ προσταττόμενον· μόνον ἀπόσχεσθε τῆς ταλαιπώρου πόλεως ταύτης.
”阿斯德鲁巴说: “我请求你,”他说,“做向将领传达的使者,并保证一切,因为我们会执行所命令的事;只要你们不对手无寸铁的这城下手。
§38.7.7"καὶ [ὁ] Γολόσσης "παιδικὴν δοκεῖς μοι" φησὶν "ἀξίωσιν ἀξιοῦν, ὦ βέλτιστε· §38.7.8ὑπὲρ ὧν γὰρ ἐξ ἀκεραίου πρεσβεύοντες, ἔτι καθημένων ἐν Ἰτύκῃ Ῥωμαίων, οὐκ ἐδύνασθε πείθειν, τίνι λόγῳ νῦν ἀξιοῖς ταῦτά σοι συγχωρεῖσθαι, περιτετειχισμένος καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ σχεδὸν ἁπάσας ἀπεγνωκὼς τὰς τῆς σωτηρίας ἐλπίδας;
” 古卢萨说:“我亲爱的朋友,在我看来,你提出了一个孩子气的要求;因为在事态尚完好、罗马人还在乌提卡驻扎时,你们派遣使者游说都无法说服的事情,现在你们在陆路和海路上都被包围,且几乎放弃了所有生还的希望,你凭什么道理要求向你妥协这些事呢?
§38.7.9"ὁ δʼ Ἀσδρούβας ἀγνοεῖν αὐτὸν ἔφη· καὶ γὰρ ἐπὶ τοῖς ἔξωθεν συμμάχοις ἀκμὴν καλὰς ἐλπίδας ἔχειν· οὐ γάρ πω τὰ περὶ τοὺς Μαυρουσίους ἠκηκόει καὶ τὰ περὶ τῶν ὑπαίθρων δυνάμεων [ὅτι σώζονται]· καὶ μὴν οὐκ ἀπελπίζειν τὰ καθʼ αὑτούς· μάλιστα δὲ πεποιθέναι τῇ τῶν θεῶν συμμαχίᾳ καὶ ταῖς ἐν ἐκείνοις ἐλπίσιν· §38.7.10οὐ γὰρ περιόψεσθαι σφᾶς προφανῶς παρασπονδουμένους, ἀλλὰ πολλὰς δώσειν ἀφορμὰς πρὸς σωτηρίαν.
” 但阿斯德鲁巴说对方一无所知;因为他对外部的盟友仍抱有美好的希望(因为他还没有听到关于毛鲁西亚人的消息,以及野外军队被歼灭的消息);而且,他并没有对他们自己的处境感到绝望;最重要的是,他信任神明的相助和对他们的希望;因为神明不会眼睁睁地看着他们显而易见地被背弃契约,而是会给予许多拯救的机会。
§38.7.11διὸ παρακαλεῖν ἠξίου τὸν στρατηγὸν καὶ τῶν θεῶν ἕνεκεν καὶ τῆς τύχης φείσασθαι τῆς πόλεως, εἰδότα σαφῶς διότι μὴ δυνάμενοι τυχεῖν τούτου κατασφαγήσονται πρότερον ἢ παραχωρήσουσι ταύτης.
因此,他请求对方去恳求将领,看在神明和命运的份上,宽恕这座城市,因为他清楚地知道,如果他们无法得到宽恕,他们宁可在交出这城之前被屠杀殆尽。
§38.7.12τότε μὲν οὖν ταῦτα καὶ παραπλήσια διαλεχθέντες ἐχωρίσθησαν, ταξάμενοι μετὰ τρίτην ἡμέραν πάλιν συμπορεύεσθαι·
当时,他们便商讨了这些及类似的事情后离去,并约定在三天后再次会面。

词汇与语法注释

  1. §38.7.1ὅτι — 在波利比乌斯历史的摘录本中,用于在每个片段开头引入“……的事实”或“关于……”的连接词。它在句中作为一个名词性从句,不带主句谓语。
  2. §38.7.3καθῆκον — 无人称动词 καθήκει 的中性宾格分词,构成宾格绝对(accusative absolute)结构,意为“而相反的做法本才是合乎礼仪的”,用于对比现实与应有的状态。
  3. §38.7.5οὐκ ἂν ἄρʼ ... ἔδωκας — 语气词 ἄν 与直陈式不定过去时(ἔδωκας)结合,表示与过去事实相反的虚拟,意为“(既然如此)你就不会将自己置于……”,以此对实际行为表达强烈的谴责或反讽。
  4. §38.7.11εἰδότα — 动词 οἶδα 的完成时分词阳性单数宾格形式,修饰主句动词 ἠξίου(他请求)的宾语及不定式短语的逻辑主语 τὸν στρατηγόν(将军),表示“因为将军清楚地知道……”这一前提或原因。

引用这一段

波利比奥斯, 历史 §38.7.1-38.7.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:38.7.1-38.7.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。