§38.4.1ὑπὲρ ὧν οὐ δεήσει θαυμάζειν ἐὰν παρεκβαίνοντες τὸ τῆς ἱστορικῆς διηγήσεως ἦθος ἐπιδεικτικωτέραν καὶ φιλοτιμοτέραν φαινώμεθα ποιούμενοι περὶ αὐτῶν τὴν ἀπαγγελίαν.
关于这些,如果我们显得偏离了历史叙事的风格,对它们进行了更为夸张和用心的记述,人们也不必感到惊异。
§38.4.2καίτοι τινὲς ἴσως ἐπιτιμήσουσιν ἡμῖν ὡς φιλαπεχθῶς ποιουμένοις τὴν γραφήν, οἷς καθῆκον ἦν μάλιστα πάντων περιστέλλειν τὰς τῶν Ἑλλήνων ἁμαρτίας.
然而,或许会有人指责我们是怀着敌意进行写作,而对于我们来说,最应当做的本是掩盖希腊人的过错。
§38.4.3ἐγὼ δʼ οὔτε φίλον οὐδέποτʼ ἂν ὑπολαμβάνω γνήσιον νομισθῆναι παρὰ τοῖς ὀρθῶς φρονοῦσι τὸν δεδιότα καὶ φοβούμενον τοὺς μετὰ παρρησίας λόγους, §38.4.4καὶ μὴν οὐδὲ πολίτην ἀγαθὸν τὸν ἐγκαταλείποντα τὴν ἀλήθειαν διὰ τὴν ἐσομένην ὑπʼ ἐνίων προσκοπὴν παρʼ αὐτὸν τὸν καιρόν· §38.4.5συγγραφέα δὲ κοινῶν πράξεων οὐδʼ ὅλως ἀποδεκτέον τὸν ἄλλο τι περὶ πλείονος ποιούμενον τῆς ἀληθείας.
但我认为,在明智理智的人看来,一个害怕且畏惧坦率言辞的人,绝不会被视为真诚的朋友;也绝不认为,一个因当时某些人会产生反感而背弃真理的人,会是一个优秀的公民;至于一个将其他任何事物置于真理之上的通史撰写者,更是完全不可接受。
§38.4.6ὅσῳ γὰρ εἰς πλείους διατείνει καὶ ἐπὶ πλείω χρόνον ἡ διὰ τῶν ὑπομνημάτων παράδοσις τῶν πρὸς καιρὸν λεγομένων, τοσούτῳ χρὴ μᾶλλον καὶ τὸν γράφοντα περὶ πλείστου ποιεῖσθαι τὴν ἀλήθειαν καὶ τοὺς ἀκούοντας ἀποδέχεσθαι τὴν τοιαύτην αἵρεσιν.
因为,通过历史记录流传下来的东西,比因应时局而说的话传播得更广、延续得更久,所以写作者就越应当将真理视为最重要,而听众(读者)也应当接受这样的选择。
§38.4.7κατὰ μὲν γὰρ τοὺς τῶν περιστάσεων καιροὺς καθήκει βοηθεῖν τοὺς Ἕλληνας ὄντας τοῖς Ἕλλησι κατὰ πάντα τρόπον, τὰ μὲν ἀμύνοντας, τὰ δὲ περιστέλλοντας, τὰ δὲ παραιτουμένους τὴν τῶν κρατούντων ὀργήν· ὅπερ ἡμεῖς ἐπʼ αὐτῶν τῶν πραγμάτων ἐποιήσαμεν ἀληθινῶς· §38.4.8τὴν δʼ ὑπὲρ τῶν γεγονότων τοῖς ἐπιγινομένοις διὰ τῶν ὑπομνημάτων παράδοσιν ἀμιγῆ παντὸς ψεύδους ἀπολείπεσθαι χάριν τοῦ μὴ ταῖς ἀκοαῖς τέρπεσθαι κατὰ τὸ παρὸν τοὺς ἀναγινώσκοντας, ἀλλὰ ταῖς ψυχαῖς διορθοῦσθαι πρὸς τὸ μὴ πλεονάκις ἐν τοῖς αὐτοῖς διασφάλλεσθαι.
因为在面临危机的关头,作为希腊人,有义务以各种方式帮助希腊人,或加以防御,或予以掩盖,或平息统治者的愤怒——这正是我们在实际行动中真正做过的事;但是,通过历史记录留给后世的关于既往事实的传承,必须毫无虚假,这不是为了让读者在当下耳朵感到愉悦,而是为了让他们的心灵得到修正,以免在同样的错误中屡屡失足。
§38.4.9καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω.
关于这些,我们就说到这里吧。