§38.3.1Ἀλεξάνδρου.
[亚历山大的行为。
τοιγαροῦν βραχεῖ χρόνῳ τυχόντες ἐπικουρίας τινὸς αὖθις ᾤκουν τὴν πατρίδα μετʼ ἀσφαλείας.
]因此,他们在短时间内获得了一些援助,再次安全地居住在家园。
§38.3.2ὁ γὰρ παρὰ τῶν ἐκτὸς ἔλεος οὐ μικρὸν ἐπίχειρόν ἐστι τοῖς ἀδίκως ἀκληροῦσιν, εἴ γε πολλάκις ἰδεῖν ἔστιν ἅμα ταῖς τῶν πολλῶν ὁρμαῖς καὶ τὴν τύχην μεταβαλλομένην καὶ τοὺς κρατοῦντας αὐτοὺς μεταμελομένους καὶ διορθουμένους τὰς τῶν παραλόγως ἠτυχηκότων περιπετείας.
因为来自旁人的同情,对于那些不公地遭受厄运的人来说,是分量不轻的报偿,因为人们经常可以看到,随着大众情绪的转变,命运也在发生变化,统治者们自身也感到悔恨,并纠正那些出乎意料地遭遇不幸者的逆境。
§38.3.3πάλιν ἐπείθοντο κατά τινας καιροὺς Χαλκιδεῖς καὶ Κορίνθιοι καί τινες ἕτεραι πόλεις διὰ τὴν τῶν τόπων εὐφυΐαν τοῖς ἐν Μακεδονίᾳ βασιλεῦσι καὶ φρουρὰς εἶχον· §38.3.4ἀλλὰ τοὺς μὲν δουλεύοντας πάντες ἐσπούδαζον κατὰ δύναμιν ἐλευθεροῦν, τοὺς δὲ καταδουλωσαμένους ἐμίσουν καὶ πολεμίους ἡγοῦντο διὰ τέλους.
另一方面,在某些时期,卡尔基斯人、科林斯人以及其他一些城市,由于其地理位置的优越性,顺从于马其顿的国王们,并驻扎有守备队;但所有人都尽力去解放那些被奴役的人,而对那些奴役他人的人则深恶痛绝,始终视其为敌。
§38.3.5καθόλου δὲ κατὰ πόλεις ἔπταιον καὶ κατὰ πόλιν ἐσφάλλοντο τὸν πρὸ τοῦ χρόνον ὡς ἐπίπαν, οἱ μὲν ὑπὲρ ἡγεμονίας καὶ πραγμάτων ἀμφισβητοῦντες, οἱ δʼ ὑπὸ μονάρχων καὶ βασιλέων παρασπονδούμενοι· §38.3.6διὸ καὶ σπανίους ἂν εὕροις οἷς ὄνειδος ἠκολούθει τῶν ἀκληρούντων ἢ καὶ τὸ τῆς ἀτυχίας ὄνομα διέμενεν· §38.3.7ἀκληρεῖν μὲν γὰρ ἅπαντας ἡγητέον καὶ κοινῇ καὶ κατʼ ἰδίαν τοὺς παραλόγοις συμφοραῖς περιπίπτοντας, ἀτυχεῖν δὲ μόνους τούτους οἷς διὰ τὴν ἰδίαν ἀβουλίαν ὄνειδος αἱ πράξεις ἐπιφέρουσι.
总的来说,在先前的时期,人们以城市为单位遭受挫折,大体上每个城市都犯过错误,有的是为了争夺领导权和国政,有的是被君主和国王们背信弃义地对待;因此,在那些遭遇厄运的人当中,你很难找到有谁随之蒙受耻辱,或者保留着“不幸”的名声;因为,对于那些遭遇意想不到之灾祸的人,无论在公在私,都应当认为他们是“遭受厄运”,而只有那些因自身的愚蠢而导致行为带来耻辱的人,才应当被认为是“遭遇不幸”。
§38.3.8κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς ἠτύχησαν ἅμα Πελοποννήσιοι, Βοιωτοί, Φωκεῖς, εῖς, Λοκροί, τινὲς τῶν τὸν Ἰόνιον κατοικούντων κόλπον, μετὰ δὲ τούτους ἔτι Μακεδόνες· §38.3.9μὴ μόνον κατὰ τὸ πλῆθος τῶν πρότερον, ἀλλὰ καὶ κατὰ ἐπίπαν οὐκ ἠκλήρησαν, ἀλλʼ ἠτύχησαν ἀτυχίαν αἰσχρὰν ὡς ἔνι μάλιστα καὶ ἐπονείδιστον· §38.3.10ἅμα μὲν γὰρ ἀπιστίαν, ἅμα δʼ ἀνανδρίαν ἔδειξαν, καὶ πράξεις αὐτοῖς ἐπήνεγκαν διὰ τὴν ἀτ.
然而,在目前所讨论的时期,伯罗奔尼撒人、波奥蒂亚人、福基斯人、[……]人、洛克里斯人、居住在伊奥尼亚湾沿岸的部分居民,以及在此之后的马其顿人,都在同一时期遭遇了不幸;[……]不仅在以前的人数上[……],而且整体上[……]他们不仅是遭受了厄运,而是遭遇了极其可耻且令人唾弃的不幸;因为他们同时表现出了不守信用和懦弱,并且由于他们的[……],这些行为给他们带来了后果。
§38.3.11ἅμα.
[……]同时。
τοιγαροῦν στερηθέντες πάντων τῶν καλῶν οἱ μὲν ὑπὸ στέ, ἔνιοι δὲ καὶ δ ντες εἰς τὰς πόλεις τότε παρεδέξαντο ῥάβδους καὶ πελέκεις ἐθελο· §38.3.12ἐν μεγάλῳ γὰρ φόβῳ διὰ τὴν ὑπερβολὴν τῶν ἰδίων ἁμαρτημάτων ἦσαν, εἰ χρ §38.3.13ὴ λέγειν ἰδίων·
因此,他们被剥夺了一切美好的事物,有的人在[……]之下,有的人也[……],当时自愿在城市里接受了束棒(笞与斧);因为由于他们自身罪过的极度严重,他们处于极大的恐惧之中,如果应当[……]说“他们自身”的话。
ἐγὼ γὰρ ἠγνοηκέναι μὲν φαίην ἂν τοὺς πολλοὺς καὶ παραπεπαικέναι τοῦ καθήκοντος, ἡμαρτηκέναι δὲ τοὺς αἰτίους γεγονότας τῆς ἐπὶ τοσοῦτον ἀγνοίας.
因为我认为,大多数人只是出于无知并偏离了职责,而那些造成如此巨大无知的人才是犯下了罪过。