§38.4.1ὑπὲρ ὧν οὐ δεήσει θαυμάζειν ἐὰν παρεκβαίνοντες τὸ τῆς ἱστορικῆς διηγήσεως ἦθος ἐπιδεικτικωτέραν καὶ φιλοτιμοτέραν φαινώμεθα ποιούμενοι περὶ αὐτῶν τὴν ἀπαγγελίαν.
Concerning these matters, there will be no need to wonder if, deviating from the character of historical narrative, we appear to make our presentation of them more showy and elaborate.
§38.4.2καίτοι τινὲς ἴσως ἐπιτιμήσουσιν ἡμῖν ὡς φιλαπεχθῶς ποιουμένοις τὴν γραφήν, οἷς καθῆκον ἦν μάλιστα πάντων περιστέλλειν τὰς τῶν Ἑλλήνων ἁμαρτίας.
And yet some will perhaps censure us as writing out of a love of hostility—us, for whom it was a duty most of all to cover up the errors of the Greeks.
§38.4.3ἐγὼ δʼ οὔτε φίλον οὐδέποτʼ ἂν ὑπολαμβάνω γνήσιον νομισθῆναι παρὰ τοῖς ὀρθῶς φρονοῦσι τὸν δεδιότα καὶ φοβούμενον τοὺς μετὰ παρρησίας λόγους, §38.4.4καὶ μὴν οὐδὲ πολίτην ἀγαθὸν τὸν ἐγκαταλείποντα τὴν ἀλήθειαν διὰ τὴν ἐσομένην ὑπʼ ἐνίων προσκοπὴν παρʼ αὐτὸν τὸν καιρόν· §38.4.5συγγραφέα δὲ κοινῶν πράξεων οὐδʼ ὅλως ἀποδεκτέον τὸν ἄλλο τι περὶ πλείονος ποιούμενον τῆς ἀληθείας.
But for my part, I do not suppose that a man who fears and dreads words spoken with frankness would ever be considered a genuine friend by those who think rightly, nor indeed that one who abandons the truth because of the offense that will be taken by some at the very moment would be considered a good citizen; and a writer of general history who values anything else above the truth is not to be accepted at all.
§38.4.6ὅσῳ γὰρ εἰς πλείους διατείνει καὶ ἐπὶ πλείω χρόνον ἡ διὰ τῶν ὑπομνημάτων παράδοσις τῶν πρὸς καιρὸν λεγομένων, τοσούτῳ χρὴ μᾶλλον καὶ τὸν γράφοντα περὶ πλείστου ποιεῖσθαι τὴν ἀλήθειαν καὶ τοὺς ἀκούοντας ἀποδέχεσθαι τὴν τοιαύτην αἵρεσιν.
For the more the transmission through historical records extends to more people and over a longer time than words spoken for the moment, so much the more must the writer also value truth above all, and the hearers accept such a principle.
§38.4.7κατὰ μὲν γὰρ τοὺς τῶν περιστάσεων καιροὺς καθήκει βοηθεῖν τοὺς Ἕλληνας ὄντας τοῖς Ἕλλησι κατὰ πάντα τρόπον, τὰ μὲν ἀμύνοντας, τὰ δὲ περιστέλλοντας, τὰ δὲ παραιτουμένους τὴν τῶν κρατούντων ὀργήν· ὅπερ ἡμεῖς ἐπʼ αὐτῶν τῶν πραγμάτων ἐποιήσαμεν ἀληθινῶς·
For during times of critical circumstances, it is fitting for those who are Greeks to help Greeks in every way, partly by defending them, partly by covering up their errors, and partly by deprecating the anger of the rulers—which indeed we did in actual fact.
§38.4.8τὴν δʼ ὑπὲρ τῶν γεγονότων τοῖς ἐπιγινομένοις διὰ τῶν ὑπομνημάτων παράδοσιν ἀμιγῆ παντὸς ψεύδους ἀπολείπεσθαι χάριν τοῦ μὴ ταῖς ἀκοαῖς τέρπεσθαι κατὰ τὸ παρὸν τοὺς ἀναγινώσκοντας, ἀλλὰ ταῖς ψυχαῖς διορθοῦσθαι πρὸς τὸ μὴ πλεονάκις ἐν τοῖς αὐτοῖς διασφάλλεσθαι.
But the transmission concerning past events left to posterity through records must be free of all falsehood, so that the readers may not be pleased in their ears for the present, but may be corrected in their souls, so as not to stumble repeatedly in the same errors.
§38.4.9καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω.
And concerning these matters, let this suffice.