Humanitext Reader

波利比奥斯 · 历史 §38.1.1-38.1.9

希腊人的深重不幸与迦太基的对比

第 1282 段,共 1311 段 · 希腊语

内容简介

波利比乌斯指出第三十八卷记录了希腊人最终的不幸,并通过与因毁灭而免于未来痛苦的迦太基人进行对比,说明希腊人因自身过错在惩罚中苟活并殃及子孙,其命运更为悲惨。

§38.1.1ὅτι ἡ λη# βίβλος περιέχει τὴν συντέλειαν τῆς τῶν Ἑλλήνων ἀτυχίας.
第三十八卷包含希腊人不幸的结局。
§38.1.2καίπερ γὰρ τῆς Ἑλλάδος καὶ καθόλου καὶ κατὰ μέρος πλεονάκις ἐπταικυίας, ὅμως οὐδʼ ὁποίοις ἄν τις τῶν πρότερον ἐλαττωμάτων οἰκειότερον ἐφαρμόσαι τὸ τῆς ἀτυχίας ὄνομα καὶ τὴν ἔννοιαν ταύτην ὡς τοῖς καθʼ ἡμᾶς γεγονόσιν.
因为尽管希腊无论在整体上还是在局部上都曾多次失足,但是,对于以前的任何失败,人们都无法像对我们时代所发生的事情那样,更恰当地适用“不幸”这一名称和概念。
§38.1.3οὐ γὰρ μόνον ἀφʼ ὧν ἔπαθον ἐλεήσαι τις ἂν τοὺς Ἕλληνας, ἔτι δὲ μᾶλλον ἐφʼ οἷς ἔπραξαν ἠτυχηκέναι νομίσειε, πυθόμενος περὶ ἑκάστων τὰς ἀληθείας.
因为如果人们了解了关于每件事的真相,不仅会因为希腊人所遭受的痛苦而同情他们,而且更会因为他们的所作所为而认为他们是不幸的。
§38.1.4δοκοῦντος γοῦν μεγίστου πάθους γεγονέναι τοῦ περὶ τοὺς Καρχηδονίους οὐκ ἔλαττον ἄν τις ἡγήσαιτο, κατὰ δέ τι μεῖζον τὸ περὶ τὴν Ἑλλάδα τότε συμβάν.
无论如何,虽然迦太基人的灾难被认为是最大的,但人们会认为当时发生在希腊的事情并不亚于此,甚至在某些方面更为严重。
§38.1.5οἱ μὲν γὰρ τόπον ἔσχατον ἀπολογίας γε πρὸς τοὺς ἐπιγινομένους περὶ σφῶν ἀπέλειπον, οὗτοι δʼ οὐδʼ ἀφορμὴν εὔλογον ἔδοσαν τοῖς βουλομένοις σφίσι βοηθεῖν ὑπὲρ τῶν ἡμαρτημένων.
因为前者至少为后世留下了为自己辩护的最后余地,而后者甚至没有为那些想在他们的错误中帮助他们的人提供合理的借口。
§38.1.6καὶ Καρχηδόνιοι μὲν ἅμα ταῖς περιπετείαις ἄρδην ἀφανισθέντες ἀνεπαίσθητοι τῶν σφετέρων εἰς τὸ μέλλον ἐγένοντο συμπτωμάτων, οἱ δʼ Ἕλληνες ἐφορῶντες τὰς αὑτῶν ἀτυχίας παισὶ παίδων παραδόσιμον ἐποίησαν τὴν ἀκληρίαν.
此外,迦太基人随着灾难而彻底毁灭,从而对未来的不幸失去了感知,而希腊人则目睹着自己的不幸,并把这种厄运传给了子子孙孙。
§38.1.7ὥστε καθʼ ὅσον τοὺς ζῶντας μετὰ τιμωρίας ἐλεεινοτέρους νομίζομεν τῶν ἐν αὐτοῖς τοῖς δεινοῖς ἐκλειπόντων τὸν βίον, κατὰ τοσοῦτο καὶ τὰς τότε περιπετείας τῶν Ἑλλήνων ἐλεεινοτέρας νομιστέον τῶν συμβάντων Καρχηδονίοις, §38.1.8ἐὰν μή τις ἀφροντιστῶν τοῦ καθήκοντος καὶ τοῦ καλοῦ, πρὸς αὐτὸ δὲ τὸ συμφέρον ἀποβλέπων ποιῆται τὴν ἀπόφασιν.
因此,正如我们认为带着惩罚而活着的人,比在恐惧深渊中丧生的人更可怜一样,我们也必须认为当时希腊人的灾难比发生在迦太基人身上的事情更令人同情,除非有人不顾义务与美德,而只盯着眼前的利益来做出判断。
§38.1.9ὅτι δʼ ἔστι τὸ νῦν εἰρημένον ὑφʼ ἡμῶν ἀληθές, εἴποι τις ἂν ὑπομνησθεὶς καὶ παραθεὶς τὰς δοκούσας μεγίστας συμφορὰς γεγονέναι κατὰ τὴν Ἑλλάδα πρὸς τὰ νῦν ὑφʼ ἡμῶν λεγόμενα.
而我们现在所说的是真实的,只要有人回想并把那些被认为发生在希腊的最大灾难与我们现在所说的话进行对比,就能说得出来。

词汇与语法注释

  1. §38.1.2ὡς — 连词 ὡς 用于比较级 οἰκειότερον(更恰当地)之后,引入比较的标准,相当于通常的 ἤ(比……)。整句意为“对于以前的任何失败,人们都无法像对(ὡς τοῖς...)我们时代所发生的事情那样,更恰当地适用‘不幸’之名”。
  2. §38.1.3ἀφʼ ὧν ... ἐφʼ οἷς — 这是关系代词受其省略的指示代词先行词影响而发生格吸引(attraction)的例子;ἀφʼ ὧν 代表 ἀπὸ τούτων ἃ(因他们所遭受的),ἐφʼ οἷς 代表 ἐπὶ τούτοις ἃ(因他们所做的)。此外,依赖于 νομίσειε 的不定式 ἠτυχηκέναι 的主语,是承接自前句的宾格 τοὺς Ἕλληνας。
  3. §38.1.4δοκοῦντος γοῦν μεγίστου πάθους γεγονέναι τοῦ περὶ τοὺς Καρχηδονίους — 属格独立结构(genitive absolute)。名词短语 τοῦ περὶ τοὺς Καρχηδονίους [πάθους] 作主语,分词 δοκοῦντος 作谓语,表示让步语气:“虽然关于迦太基人的灾难被认为是最大的”。
  4. §38.1.7καθʼ ὅσον ... κατὰ τοσοῦτο — 表示比例或程度的关联结构,意为“正如……到何种程度,……就到何种程度”。它将前半句的对比(带着惩罚苟活之人与在惨剧中死去之人)和后半句的对比(希腊人的灾难与迦太基人的灾难)在可怜程度上作了等价关联。

引用这一段

波利比奥斯, 历史 §38.1.1-38.1.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:38.1.1-38.1.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。