Humanitext Reader

波利比奥斯 · 历史 §38.10.1-38.10.13

塞克斯图斯的缓和提议与迪哀乌斯的固执

第 1291 段,共 1311 段 · 希腊语

内容简介

罗马使节塞克斯图斯一行在途中遇见并劝返了亚该亚使节塞阿里达斯一行。塞克斯图斯在艾吉翁提出了温和的建议,温和派对此表示欢迎,但迪哀乌斯等煽动者将其误读为罗马的软弱,继续坚持毁灭性的政策。

§38.10.1ὅτι οἱ περὶ τὸν Σέξτον προάγοντες ἐκ τῆς Ῥώμης εἰς τὴν Πελοπόννησον ἀπήντησαν τοῖς περὶ τὸν Θεαρίδαν, §38.10.2οἵπερ ἦσαν πρεσβευταὶ πεμφθέντες ὑπὸ τῶν Ἀχαιῶν παραιτησόμενοι καὶ διδάξοντες τὴν σύγκλητον ὑπὲρ τῶν εἰς τοὺς περὶ τὸν Αὐρήλιον γενομένων ἀλογημάτων.
关于塞克斯图斯一行人从罗马前往伯罗奔尼撒的途中,遇见了塞阿里达斯一行人,后者是亚该亚人派出的使节,旨在就对阿奥雷利乌斯一行所犯下的无礼行为向元老院进行辩解和说明。
§38.10.3οἷς καὶ συμμίξαντες οἱ προειρημένοι παρεκάλεσαν αὐτοὺς ἀνακάμπτειν εἰς τὴν Ἀχαΐαν, ὅτι περὶ πάντων τούτων ἔχουσιν ἐντολὰς αὐτοὶ διαλέγεσθαι τοῖς Ἀχαιοῖς.
前述的人们(塞克斯图斯一行)与他们会合后,劝他们返回亚该亚,因为他们自己带有训令,可以直接同亚该亚人讨论所有这些事情。
§38.10.4παραγενομένων δὲ τῶν περὶ τὸν Σέξτον εἰς τὴν Πελοπόννησον καὶ διαλεγομένων τοῖς Ἀχαιοῖς ἐν τῇ τῶν Αἰγιέων πόλει καὶ προφερομένων πολλοὺς καὶ φιλανθρώπους λόγους, §38.10.5καὶ τὸ περὶ τοὺς πρεσβευτὰς ἔγκλημα παραπεμπόντων καὶ σχεδὸν οὐδὲν προσδεόμενον δικαιολογίας, ἀλλὰ βέλτιον ἐκδεχομένων τὸ γεγονὸς αὐτῶν τῶν Ἀχαιῶν, καθόλου δὲ παρακαλούντων μὴ πορρωτέρω προβῆναι τῆς ἁμαρτίας μήτε τῆς εἰς αὑτοὺς μήτε τῆς εἰς τοὺς Λακεδαιμονίους, §38.10.6τὸ μὲν σωφρονοῦν μέρος ἀσμένως ἀπεδέχετο τὰ λεγόμενα καὶ λίαν ἐνετρέπετο, συνειδὸς αὑτῷ τὰ πεπραγμένα καὶ πρὸ ὀφθαλμῶν λαμβάνον τὰ συμβαίνοντα τοῖς πρὸς Ῥωμαίους ἀντιταττομένοις, §38.10.7τὸ δὲ πλῆθος τῶν ἀνθρώπων ἀντιλέγειν μὲν οὐδὲν εἶχε τοῖς ὑπὸ τῶν περὶ τὸν Σέξτον λεγομένοις δικαίοις, ἀλλʼ ἦγε τὴν ἡσυχίαν, ἔμενε δὲ νοσοῦν καὶ διεφθαρμένον.
当塞克斯图斯一行到达伯罗奔尼撒,并在艾吉翁城与亚该亚人交谈,发表了许多友好的言论,且搁置了关于使节的指控,使其几乎不需要任何辩护,反而比亚该亚人自己更善意地解释所发生的事,并普遍劝告他们不要在过错中越陷越深,无论是对他们自己还是对拉刻代蒙人,理智的部分人便欣然接受了这些话,并深受震动,他们对自己的所作所为心知肚明,并且亲眼看到了反对罗马之人的下场,而大多数民众对塞克斯图斯一行所说的正当道理无话可说,因而保持沉默,但他们内心依然病态和堕落。
§38.10.8οἱ δὲ περὶ τὸν Δίαιον καὶ Κριτόλαον καὶ πάντες οἱ μετέχοντες αὐτοῖς τῆς αὐτῆς γνώμης· οὗτοι δʼ ἦσαν ὥσπερ ἐπίτηδες ἐξ ἑκάστης πόλεως κατʼ ἐκλογὴν οἱ χείριστοι καὶ τοῖς θεοῖς ἐχθροὶ καὶ λυμαινόμενοι τὸ ἔθνος· §38.10.9καθάπερ ἡ παροιμία φησίν, οὐ μόνον τὰ διδόμενα τῇ δεξιᾷ παρὰ Ῥωμαίων ἐδέχοντο τῇ λαιᾷ χειρί, καθόλου δὲ καὶ συλλήβδην παρέπαιον τοῖς λογισμοῖς.
另一方面,迪哀乌斯、克里托劳斯以及所有与他们持有相同意见的人——这些人仿佛是故意从每个城市中挑选出来的最恶劣、为神明所憎恶且危害联盟的败类—— 正如谚语所说,他们不仅用左手接过了罗马人用右手给予的东西,而且在整体上彻底丧失了理智。
§38.10.10ὑπέλαβον γὰρ τοὺς Ῥωμαίους διά τε τὰς ἐν τῇ Λιβύῃ καὶ τὰς κατὰ τὴν Ἰβηρίαν πράξεις δεδιότας τὸν ἀπὸ τῶν Ἀχαιῶν πόλεμον πᾶν ὑπομένειν καὶ πᾶσαν προΐεσθαι φωνήν.
因为他们以为,罗马人由于在利比亚和伊比利亚的事态,害怕与亚该亚人发生战争,所以容忍一切并说出各种温和的话语。
§38.10.11διὸ νομίσαντες ἴδιον τὸ παρὸν ἀπεκρίθησαν φιλανθρώπως τοῖς πρεσβευταῖς τοὺς μὲν περὶ τὸν Θεαρίδαν ὅμως ἀποστέλλειν εἰς τὴν σύγκλητον, αὐτοὶ δὲ παρακολουθήσαντες εἰς τὴν Τεγέαν καὶ κοινολογηθέντες τοῖς Λακεδαιμονίοις, ἵνα γένηταί τις ὡμολογημένη λύσις περὶ τοῦ πολέμου.
因此,他们认为当前的时机对自己有利,便对使节们作出了友好的答复:表示尽管如此,他们仍会派塞阿里达斯一行前往元老院,而他们自己则会前往特革亚并与拉刻代蒙人协商,以便就战争达成某种共识性的解决方案。
§38.10.12ταῦτα δʼ ἀποκριθέντες ἐν τοῖς ἑξῆς ἦγον ἐπὶ τὴν πάλαι προκειμένην αὐτοῖς ἄγνοιαν τὸ ταλαίπωρον ἔθνος.
在作此答复后,他们随后将这可怜的联盟引向了他们长期以来所抱持的愚昧之中。
§38.10.13καὶ τοῦτʼ εἰκότως συνέβαινε γίνεσθαι διʼ ἀπειρίαν καὶ κακίαν τῶν κρατούντων.
而这种情况的发生也是理所当然的,这是由于掌权者的无知和邪恶。

词汇与语法注释

  1. 38.10.2παραιτησόμενοι καὶ διδάξοντες — 主格复数将来时分词,表示亚该亚人使节(οἵπερ)的“目的”。译为“为了辩解并说明情况”。
  2. 38.10.8οἱ δὲ περὶ τὸν Δίαιον καὶ Κριτόλαον — 该主格短语缺乏语法上的主动词(破格句法/anakolouthon),在夹杂了一个类似关系代词引导的插入句(οὗτοι δʼ ἦσαν...)后,作为下一节§38.10.9中主动词(ἐδέχοντο, παρέπαιον)的主语。
  3. 38.10.9τὰ διδόμενα τῇ δεξιᾷ παρὰ Ῥωμαίων ἐδέχοντο τῇ λαιᾷ χειρί — 这是一个谚语:“用左手接受罗马人用右手给予的东西”。指歪曲、恶劣或不领情地对待善意提议的态度。

引用这一段

波利比奥斯, 历史 §38.10.1-38.10.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:38.10.1-38.10.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。