Humanitext Reader

波利比奥斯 · 历史 §38.12.1-38.12.11

科林斯对罗马使节的驱逐与克里托劳斯的煽动

第 1293 段,共 1311 段 · 希腊语

内容简介

梅特路斯向科林斯派遣使节试图安抚亚该亚人,但被狂热的民众驱逐。克里托劳斯则借机发表反罗马演讲以煽动群众,并暗示得到了外部的支持。

§38.12.1ὁ δὲ Κόιντος ὁ Καικίλιος ἐν τῇ Μακεδονίᾳ τάδε πυνθανόμενος καὶ τὴν ἐν Πελοποννήσῳ γενομένην ἀκρισίαν καὶ ταραχὴν ἐξέπεμψε πρεσβευτὰς Γνάιον Παπείριον καὶ τὸν νεώτερον Ποπίλιον Λαινᾶτον, σὺν δὲ τούτοις Αὖλον Γαβίνιον καὶ Γάιον Φάννιον· §38.12.2οἳ καὶ συνηγμένων τῶν Ἀχαιῶν εἰς Κόρινθον, κατὰ τύχην ἐλθόντες εἰς τοῦτον τὸν καιρὸν καὶ παραχθέντες εἰς τὰ πλήθη διετίθεντο πολλοὺς οὗτοι καὶ φιλανθρώπους λόγους παραπλησίους τοῖς περὶ τὸν Σέξτον, §38.12.3πᾶσαν ἐνδεικνύμενοι φιλοτιμίαν χάριν τοῦ μὴ προβῆναι τοὺς Ἀχαιοὺς εἰς ὁλοσχερεστέραν ἀπέχθειαν πρὸς Ῥωμαίους μήτʼ ἐκ τῆς πρὸς Λακεδαιμονίους προφάσεως μήτε διὰ τῆς πρὸς αὐτοὺς ἐκείνους ἀλλοτριότητος.
昆图斯·凯基利乌斯在马其顿获悉这些情况以及伯罗奔尼撒所发生的混乱和无秩序后,派遣了格奈乌斯·帕皮里乌斯和年轻的波皮利乌斯·莱纳斯作为使节,随行的还有奥卢斯·加比尼乌斯和盖乌斯·凡尼乌斯;他们在亚该亚人聚集在科林斯的这一时刻恰好赶到,并被带到民众面前,发表了许多温和友好的讲话,与塞克斯图斯一行人的讲话相似,他们竭力表现出热忱,以防止亚该亚人无论是借口与拉刻代蒙人的争端,还是出于对他们自身的疏远,而对罗马人产生更彻底的敌意。
§38.12.4ὧν οἱ μὲν πολλοὶ διακούοντες οὐδαμῶς ἀνείχοντο, χλευάζοντες δὲ τοὺς πρέσβεις μετὰ θορύβου καὶ κραυγῆς ἐξέβαλον.
然而,大多数人根本无法耐心倾听,反而伴随着嘈杂和叫喊,嘲笑并驱逐了使节们。
§38.12.5καὶ γὰρ συνηθροίσθη πλῆθος ἐργαστηριακῶν καὶ βαναύσων ἀνθρώπων ὅσον οὐδέποτε· πᾶσαι μὲν γὰρ ἐκορύζων αἱ πόλεις, πανδημεὶ δὲ καὶ μάλιστά πως ἡ τῶν Κορινθίων.
因为聚集的手工业者和体力劳动者的数量之多是前所未有的;事实上,所有的城市都处于一种愚昧混乱的状态中,而科林斯人的城市尤其是举国上下皆是如此。
§38.12.6ὀλίγοις δέ τισι καὶ λίαν ἤρεσκε τὰ λεγόμενα διὰ τῶν πρεσβευτῶν.
只有极少数的人对通过使节们所说的话感到非常满意。
§38.12.7ὁ δὲ Κριτόλαος, ὥσπερ κατʼ εὐχὴν ὑποθέσεως ἐπειλημμένος καὶ θεάτρου συνενθουσιῶντος καὶ παρεστηκότος ταῖς διανοίαις, κατανίστατο μὲν τῶν ἀρχόντων, διέσυρε δὲ τοὺς ἀντιπολιτευομένους, ἐνεπαρρησιάζετο δὲ τοῖς τῶν Ῥωμαίων πρεσβευταῖς, §38.12.8φάσκων βούλεσθαι μὲν Ῥωμαίων φίλος ὑπάρχειν, δεσπότας δʼ οὐκ ἂν εὐδοκῆσαι κτησάμενος.
而克里托劳斯,仿佛抓住了一个正中下怀的话题,面对着一个同样狂热且失去理智的剧场听众,他起而反抗官员,诽谤政敌,并对罗马使节放肆地口出狂言,声称他虽然愿意作罗马人的朋友,但决不甘心接受他们作为主人。
καθόλου δὲ παρῄνει, §38.12.9λέγων ὡς, ἐὰν μὲν ἄνδρες ὦσιν, οὐκ ἀπορήσουσι συμμάχων, ἐὰν δʼ ἀνδρόγυνοι, κυρίων.
总之,他提出忠告,说道如果他们是“纯爷们”,就绝不会缺少盟友,但如果他们是“懦夫”,就绝不会缺少主人。
§38.12.10καὶ πολλὰ δή τινα πρὸς ταύτην τὴν ὑπόθεσιν ἐμπορεύων καὶ μεθοδευόμενος ἐκίνει καὶ παρώξυνε τοὺς ὄχλους.
他围绕着这一论点,运用并策划了极多花言巧语,以此煽动和激怒群众。
§38.12.11ἐποίει δʼ ἐμφάσεις καὶ περὶ τοῦ μὴ τυχόντως χρῆσθαι ταῖς ἐπιβολαῖς, ἀλλὰ καὶ τῶν βασιλέων τινὰς καὶ τῶν πολιτευμάτων ἔνια κοινωνεῖν αὐτῷ τῆς
他还暗示,自己并非盲目地付诸行动,一些国王和一些国家也与他共有着同样的希望。

词汇与语法注释

  1. §38.12.2οἳ — 关系代名词 οἵ 在句首用作连接,指代前句提到的“使节们”。随后的短语 συνηγμένων τῶν Ἀχαιῶν 是带有完成时分词的属格独立结构。
  2. §38.12.5ἐκορύζων — 动词 κορυζάω(字面意为“流鼻涕”)的未完成过去时第三人称复数形式。此处比喻性地表示“陷入愚昧”或“失去理智”,在数上与复数主语 αἱ πόλεις 保持一致。
  3. §38.12.7ἐπειλημμένος — 动词 ἐπιλαμβάνομαι(意为“抓住”或“掌握”)的完成时中被动分词,支配属格名词 ὑποθέσεως(口实、主题)。
  4. §38.12.8οὐκ ἂν εὐδοκῆσαι κτησάμενος — 动词 κτήομαι 的不定过去时分词 κτησάμενος 起到条件从句(“如果获得”)的作用,它与带有 ἄν 的不定式 εὐδοκῆσαι 结合,在间接引语中表示一种潜在的结论(“将绝不甘心”)。
  5. §38.12.9ἐὰν δʼ ἀνδρόγυνοι, κυρίων — 与前句 ἐὰν μὲν ἄνδρες ὦσιν, οὐκ ἀπορήσουσι συμμάχων 相对比,后半句省略了动词 ὦσιν 以及主句的动词 οὐκ ἀπορήσουσι,应理解为:“但如果(他们是)懦夫,(就绝不会缺少)主人”。

引用这一段

波利比奥斯, 历史 §38.12.1-38.12.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:38.12.1-38.12.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。